ἐκείνης οὔτ' ἄλλο τι τῶν ἀπειρημένων ἐμοί, ἐκείνοις δὲ διαβεβοημένων καὶ τιμωμένων. τῶν μὲν γὰρ πρώτων ἀτοπημάτων τάχ' ἄν τις αὐτὸν παραιτήσηται, ὅτι μήπω δημοσίᾳ τὸ ἐκείνων δόγμα κατέγνωστο· ὑπὲρ δὲ τῶν δευτέρων τίς ἂν ἐκείνου ὑπεραπολογήσασθαι ἐπιχειρήσας οὐκ ἂν πάσαις ψήφοις ἁλοίη; εἶτα καὶ τοσοῦτον αὐτὸν πρᾶγμα διέλαθεν, ὡς οἴεσθαι πάντας ἀγνοεῖν ἐκείνους μὲν ὅτι ἠσεβήκασι, τοῦτον δὲ ὅτι ταῖς αὐτῶν ἀσεβείαις συνέθετο; ἀλλ' ἡ τῶν προρρήσεων τοῦτον ἀπάτη θηράσασα, καὶ ἡ τῶν μελλόντων ἐλπὶς οὐ περὶ τὰ φιλούμενα μόνον ἐτύφλωσεν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ συμφέροντος σκέψιν τε καὶ διάγνωσιν. καὶ τοσοῦτον αὐτὸν ὁ τῆς ἀσεβείας ἔρως κατέσχεν, ὡς μὴ ἐκ διαστημάτων τὴν ὁμιλίαν τούτοις ἀφοσιοῦν, ἀλλ' εἴχετο τούτων ἀπρὶξ ἐν ταῖς προόδοις, ἐν ταῖς εἰσόδοις, ὅπου δ' ἂν φοιτῴη, ὅθεν ἐξέλθοι, ἐν τοῖς ἱεροῖς, ἐν ταῖς θυσίαις, ἁπανταχοῦ. ἐγὼ μὲν οὖν οὐδένα τῶν πάντων οἴομαι τούτοις ἀντερεῖν εἰ μὴ προφανῶς ἀσεβεῖν τὸν ἀρχιερέα ἢ ἀντιλογίαν τινὰ πρὸς τὴν προφανεστάτην ταύτην πλάττειν ἀλήθειαν. εἰ οὖν ἔστι, φανήτω, ῥηξάτω δημοσίᾳ φωνήν, ὑπεραπολογησάσθω τῆς ἀπάτης, καὶ πρὸς τοῦτον αὖθις ἀντιστησόμεθα, πρὸς δὲ τοὺς ἀμφιβάλλοντας ὡς οὐ φανερῶς ἠσεβήκασιν, ἀλλ' ἐξηπάτηνται, ἐπεὶ μηδὲ εἰς εἰδικὴν ἡ πλάνη ἐνήνεκται αἵρεσιν μήτε μὴν τῇ πάσῃ συνόδῳ καθῄρηται, πρὸς ταῦτα διῃρημένως ἢ καθεξῆς ἀπολογοῦμαι ταυτί, ὅτι καὶ ἑλληνισμὸς ἄντικρυς καὶ χαλδαϊσμὸς ἡ ἐκείνης δόξα καθέστηκε· κἂν νεστοριάζειν αὐτούς τις φαίη, οὐκ ἂν ἁμάρτοι. Ὅτι μὲν οὖν τὸ ἐνθεάζειν Ἑλληνικῆς δόξης, εἰρήκαμεν φθάσαντες· ὁ δέ γε ἑλληνισμὸς ἀρχαία τις καὶ τρίτη καθέστηκεν αἵρεσις καὶ τὰ ἐκείνοις δόξαντα τῇ ἐκκλησίᾳ ἀπείρηται. καὶ νῦν δὲ αὖθις σμικρὰ ἄττα τῶν παρ' ἐκείνοις παρεξετάσωμεν, ὅπως ἂν γνοίητε, ὅτι τὸν ἕνα καὶ μόνον ἐκεῖνοι θεὸν ἀτιμάσαντες τὸν ἐν τρισὶν ἀκτῖσιν ἀειφανῆ ἥλιον, θεῶν δὲ καὶ δαιμόνων πλῆθος ὑποστησάμενοι νεώς τε αὐτοῖς ἀφιδρύσαντο, καὶ μαντεῖα κατεσκευάκασι τελετάς τε περιέργους νενομίκασι καὶ παρασκευὰς ἐφευρήκασιν ἱερείας τέ τινας καὶ τῆς Ἑστίας προπόλους συνηγηόχασι· καὶ μαντῳδοὺς καὶ κατόχους ἐπέστησαν θηλείαις ψυχαῖς καὶ ἁπαλοῖς σώμασι τὴν ἐπίπνοιαν πιστεύσαντες τοῦ μάντεως αὐτοῖς καὶ θεοῦ. καὶ ἵνα δὴ τοὺς ἄλλους παρῶμεν συλλήπτορας ἡμῖν τοῦ λόγου καὶ μάρτυρας, αὐτὸν δὴ τὸν πρῶτον ἐκείνοις θεσμὸν καὶ οὗ πάντες ἐξήρτηνται, Πλάτωνά φημι τὸν σοφόν, τῷ λόγῳ παραληφόμεθα. ἐκεῖνος γὰρ καὶ πανταχοῦ μὲν τῶν ἑαυτοῦ διαλόγων τὸν περὶ τῶν θεῶν καὶ τῆς αὐτῶν διακατοχῆς ἐκθειάζει λόγον, ἐν δὲ τῷ Φαίδρῳ καὶ μάλιστα ἐπιδείκνυσι. τὰ γὰρ τοῦ Λυσίου παραξέων τοῦ ῥήτορος, ὁπόσα ἐκεῖνος τὸν καλὸν Φαῖδρον ἐσχηματίσατο-μεμηνότα μὲν τὸν ἐρῶντα δεικνύς, σωφρονοῦντα δὲ τὸν μὴ ἐρῶντα-ἐπειδὴ μὴ διέστειλε τὴν τῆς μανίας ὁμωνυμίαν, καὶ οὕτω που ἐν τῷ διαλόγῳ φησίν· "εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης· ἥ τε γὰρ δὴ ἐν ∆ελφοῖς προφῆτις αἵ τ' ἐν ∆ωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν. κἂν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους, ὅσοι μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προὔλεγον εἰς τὸ μέλλον ὀρθώς, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες." εἶτα δὴ βραχέα περὶ οἰωνιστικῆς εἰρηκὼς ἐπιφέρει ταυτί· "ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν, ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα οἷς ἔδει ἀπαλλαγὴν εὕρατο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας· ὅθεν δὴ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν ταῦτα ἔχοντα, λύσιν τῷ ὀρθῶς μανέντι καὶ κατασχομένῳ τῶν παρόντων κακῶν εὑραμένη." τὰ μὲν οὖν τοῦ Πλάτωνος ταῦτα. τί γὰρ δεῖ τὰς τέσσαρας μανίας