15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
αἱρέσεως, ἐρωτᾷ εἰ τὸ τοῦ πατρὸς ὄνομα οὐσίας ἐστὶν ἢ ἐνεργείας σημαντικόν, ἵν', εἰ μὲν οὐσίαν εἴποιμεν, αὐτόθι ἕλοι, ὅτι εἴ τι παρὰ τὸν πατέρα, τοῦτο οὐκ οὐσία (προκατείληπται γὰρ τῷ πατρὶ ἡ οὐσία), ὥστε εἰ ὁ πατὴρ ᾗ πατὴρ οὐσία, ὁ υἱὸς ᾗ υἱὸς οὐκ οὐσία, εἰ δὲ τοῦτο δεδιότες, ἵνα μὴ ἀνούσιον τὸν υἱὸν παρεισάξωμεν, ἐνεργείας εἴποιμεν σημαντικὸν εἶναι τὸ τοῦ πατρὸς ὄνομα, ἔτι μᾶλλον ἀπάγξοι καὶ δελεάσοι πρὸς τὴν τοῦ οἰκείου δόγματος ἔκθεσιν. εἰ γὰρ οὐδὲν ἕτερον δηλοῖ τὸ πατρὸς ὄνομα ἢ ἐνέργειαν, δεῖ τι εἶναι τὸ ἐνεργού μενον· ἐνεργουμένου γάρ τινος ἡ ἐνέργεια. τί δ' ἄλλο τὸ ἐνεργούμενον παρὰ τοῦ πατρικοῦ τούτου ὀνόματος ἢ ὁ υἱός; εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, ἐνέργεια δὲ ὁ πατήρ, ἐνεργούμενον ἄρα ὁ υἱός. εἰ τοίνυν ὁ μὲν ἐνεργεῖ, ὁ δὲ ἐνεργεῖται, ἑτεροούσια δὲ ταῦτα ὡς ἐπὶ τῶν τεχνῶν δῆλον καθέστηκεν, ἑτέρας ἄρα οὐσίας καὶ ὁ υἱὸς πρὸς τὴν πατρικὴν πέφυκεν, ὥσπερ καὶ τὸ ἀνδρείκελον πρὸς τὴν τοῦ ἀνδριαντοποιοῦ. τί οὖν, φησί, μάτην τῷ ἐμῷ ἐπηρεάζετε δόγματι, πρώτην μὲν καὶ ἀνωτάτω οὐσίαν τὸν πατέρα τιθέντι, δευτέραν δὲ καὶ μετ' ἐκεῖνον τὸν υἱὸν καταλέγοντι; πῶς γὰρ ἂν εἰς ἴσον ἀχθείη τῷ πεποιηκότι τὸ ποίημα καὶ τῷ ἐνηργηκότι τὸ ἐνέργημα; Τοιοῦτον μὲν τὸ τοῦ Εὐνομίου κομψότατον πρόβλημα, ἐμματαιάζοντος τοῖς ματαίοις καὶ βραχείᾳ τινὶ ψάμμῳ πεδοῦντος τὴν θάλασσαν καὶ ὀχυροῦντος οἷς κρηπῖδες οὐχ ὕπεισιν. ὁ δὲ πατὴρ ἔχων πολλὰ πρὸς τοῦτον εἰπεῖν τὸν λόγον καὶ ὅλῳ ῥεύματι τὸν Εὐνόμιον κατακλύσαι, τὰ μὲν λογικῶς ἐπιχειρῶν, τὰ δὲ καὶ φυσικῶς ἀποχρώμενος παραδείγμασιν, ὥσπερ ἐπὶ τοῖς ἄλλοις, οὕτω κἀνταῦθα πρὸς τὸν χρόνον μετρεῖ τὴν ἐπίλυσιν. οὐ γὰρ εἰς δόξαν αὐτῷ ὁ λόγος ὁρᾷ, οὐδ' ὅπως ἂν φανείη τοῦ δέοντος περιττότερος, ὥσπερ οἱ σοφισταὶ ποιοῦσι καὶ ὥσπερ ἐγὼ τὸν Σμυρναῖον Ἀριστείδην κατανενόηκα· ἐκεῖνος γάρ, ἐν οἷς ὑπὲρ τῆς τέχνης πρὸς Πλάτωνα διαμάχεται αὐτὸ τοῦτο ἀνῃρηκότα τὸ τέχνην εἶναι καὶ φιλοσόφως κατασκευάσαντα, ἐπιχειρήσας ὡς οὐ πᾶν ὃ μὴ τέχνη τοῦτο τέχνης χεῖρον, ἀλλ' ἔστιν ὃ καὶ κρεῖττον αὐτῆς ἐστιν, ἐξὸν ἑνί τῳ ἐπιχειρή ματι τῷ περὶ τὴν μαντικὴ λόγῳ τὸν οἰκεῖον λόγον πιστώσασθαι, ὁ δὲ πάντα μὲν χρησμὸν συνεφόρησε, πᾶσαν δὲ φωνὴν συνήνεγκε μαντῳδόν, καταλέγων τὸ ἐν Ἄμμωνος χρηστήριον, τὸ Πυθοῖ, τοὺς ὑποδεδυκότας θεῷ, τὸ ἐν ∆ωδώνῃ χαλκεῖον, τἆλλα οἷς ἐγὼ ὁμιλῶν ἐγγύς εἰμι τοῦ ναυτιᾶν. διὰ ταῦτα τὸν ἄνδρα τοῦτον ἐγὼ τῆς συνεχείας τῶν ἐνθυμημάτων ἀγάμενος, ὡς οὐδὲν αὐτῷ ἀμέθοδον πρόεισι, τῆς εὑρεσιλογίας θαυμάζειν οὐκ ἔχω. ἀλλὰ τὰ Λυσίου ἐνταῦθα ἐν πρώτοις τίθεμαι, ὃς ἀρξάμενος καὶ μικρὸν προϊὼν εὐθὺς ἀποσιωπᾷ, γλιχόμενόν με ἔτι καταλιπὼν τοῦ πιεῖν· ὁ δ' Ἀριστείδης, δέον τὴν δίψαν ὑποπιμπλᾶν, ἐπικλύζει τῷ ῥείθρῳ. Ἀλλ' οὐχ ὁ πατὴρ τοιοῦτος, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τὴν Λυσιακὴν χάριτα ἐν τοῖς οἰκείοις λόγοις νενικηκώς, ἀπέριττός ἐστι κατ' ἐκεῖνον, μετρῶν ἀεὶ τὸν λόγον καὶ οἱονεὶ σταθμίζων πρὸς τὴν ἀκρόασιν. τί γὰρ οὐκ ἂν εἶπε, τὸν Συντακτήριον μελετῶν, ἢ πόσοις οὐκ ἂν τοῖς ἐπιχειρήμασιν ἀπεχρήσατο, ἁπτόμενος εὐαφόρμως τῆς ὑποθέσεως; ὁ δὲ ὥσπερ αἰσχυνό μενος ἐφ' οἷς ἴσχυεν, οὐ ῥητορικῶς τὴν ὑπόθεσιν ἐσχημάτισεν οὐδὲ σοφιστικῶς τέθεικε τὰ κεφάλαια, ἀλλ' ἑτέραν τραπόμενος, φιλοσόφως τὴν ῥητορικὴν ἀντίστασιν ἐμελέτησεν, ἥν γε οὐδὲ ἐς τὸ παντελὲς εἴασεν εἶναι· μὴ γὰρ διδοὺς τὸ ἁμάρτημα, ἀπαριθμεῖται τὰ κατορθώματα. «τοῦτο» γάρ φησι «τὸ ποίμνιον» καὶ «ὁρᾶτε τὸν λαὸν τόνδε», καὶ «οὐ βοῦν παρ' ὑμῶν εἴληφα», καὶ τὰ λοιπὰ εὐεργετημάτων κατάλογος. τὸ δὲ ἀδίκημα ποῦ, ἀνθ' οὗ ταῦτα πεποίηκας, ὦ πατέρων ἐμοὶ πάντων σεβα σμιώτατε; ἀλλ' ἐπεὶ μὴ ἦν, οὐδὲ δέδωκε, καινοτομήσας τὴν τέχνην καὶ ἀκρωτηριάσας σοφῶς τὴν ἀντίστασιν. Οὕτω δὴ κἀνταῦθα ποιεῖ, καὶ ἐξὸν εἰπεῖν πολλὰ πρὸς τὸ διλήμματον τοῦτο πρόβλημα, συνοπτικῶς αὐτὸ ἀναιρεῖ, ὥσπερ δὴ καταμεμφόμενος τὸν