4
τῶν υἱῶν Ἠσαύ. βούλεται δὲ εἰπεῖν, οἷον ἤνεγκεν εἰς εὐσέβειαν ἡ τοῦ βεβήλου καὶ ἀθέσμου χώρα. αὕτη δὲ ἡ Αὐσῖτις ἐν ὁρίοις Ἰουδαίας καὶ Ἀραβίας, ὡς Εὐσέβιος φάσκει οὕτωτὸν Ἀρισταῖον ἐν τῷ περὶ Ἰουδαίων ἐκλαβεῖν. φρ. 3 ἀληθινὸς μὲν καὶ οὐκ ἐπίπλαστος, ἄμεμπτος δὲ καὶ δίκαιος, ὡς δικαίως τὸ δίκαιον μεταδιώκων δι' αὐτὸ τὸ καλὸν καὶ οὐ δι' ἕτερόν τι, θεοσεβὴς δὲ ὡς πρὸ ὀφθαλμῶν τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν φυσικὴν καὶ ἀπ' ἀρχῆς ἔννοιαν τὸν θεῖον νόμον καὶ φόβον γραπτὸν ἐν τῇ διανοίᾳ ἔχων· οὔπω γὰρ ἦν ὁ ἔγγραφος ὁ διὰ Μωσέως. θαυμαστὸν οὖν, ὅτι πρὸ νόμου καὶ πρὸ χάριτος νομικῶς τε ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, καὶ ταῦτα ἐν ἀλλοφύλοις ἀναστρεφόμενος, διδάσκαλον αὐτὸν ἀρετῆς τοῖς περὶ τοὺς τόπους ἔθνεσιν ὁμοίως τοῦ πάντων κηδομένου θεοῦ καταστήσαντος. φρ. 4 καταλέγει ταῦτα, ἵνα δείξῃ, ὅτι ἐν τοσαύτῃ εὐδαιμονίᾳ τυγχάνων οὐκ 9 ἀπαιδαγώγητος ἦν οὐδὲ περιεσπᾶτο τὸν νοῦν ἀπὸ τῆς εὐσεβείας. φρ. 5α ἐντεῦθεν καὶ πλούσιοι παιδευέσθωσαν, μὴ διὰ τὸν κόρον ὑβρίζειν, καὶ πένητες εὐχαριστείτωσαν ἢ τὴν ἀρχὴν μὴ κτησάμενοι ἢ κτησάμενοι καὶ εἰς πενίαν ἀποπεπτωκότες. παραμυθείσθωσαν δὲ καὶ οἱ παῖδας ἀποβεβληκότες πρὸς τὴν θαυμαστὴν εἰκόνα τοῦ δικαίου βλέποντες. ὑπηρεσίαν δὲ τὴν διὰ τῶν οἰκετῶν φησιν· ὁ γὰρ Ἀκύλας δουλεία πολλὴ σφόδρα ἐκδέδωκεν. ἔργα δὲ μεγάλα τὰ τῶν κατ' ἀγροὺς καὶ κατ' οἴκους οἰκοδομημάτων, διαφερόντως δὲ τὰ τῆς εὐσεβείας. φρ. 5β ἀντὶ τοῦ· ἀγροὶ παντοδαποὶ καὶ φυτεῖαι μεγάλαι. διαφερόντως δὲ τὰ τῆς εὐσεβείας ἔργα φησίν, διὸ οὐδὲ ὁ διάβολος πεποίηκέ τι τοῖς τοιούτοις ἔργοις. 10 φρ. 6 ἀλλήλους, φησίν, ἐκ διαδοχῆς συνεκάλουν _ἕ_κ_α_σ_τ_ο_ς_ _τ_ὴ_ν_ _ἑ_α_υ_τ_ο_ῦ_ _ἡ_μ_έ_ρ_α_ν_· οὕτω γὰρ Ἀκύλας ἐκδέδωκεν. τοῦτο δὲ φιλαδελφίας καὶ ὁμονοίας ἔργον καὶ τῆς πατρῴας παιδεύσεως γνώρισμα. θαυμασιώτατα δὲ ἐπὶ μὲν τῶν ἀρρένων ἔφη τὸ συμπορευόμενοι πρὸς ἀλλήλους (τουτέστι παρ' οὐδενὶ αὐτῶν περὶ πρωτείων ἡ αἵρεσις, μέγιστον δὲ ἕκαστος ἔκρινε τὸ πρὸς τὸν ἀδελφὸν ἐπείγεσθαι) ἐπὶ δὲ τῶν θηλειῶν τὸ συμπαραλαμβάνειν· οὐ γὰρ ταύτας ἀπῄτουν τὴν περὶ τῶν τοιούτων φροντίδα, ἀλλὰ κοινωνοὺς μόνον τῆς εὐωχίας ἐλάμβανον. καὶ οἱ μὲν ἄρρενες περὶ ταύτην τὴν διακονίαν ἠσχολοῦντο, αἱ δὲ θήλειαι σεμνῶς καὶ ἀπερισπάστως συνῆσαν τοῖς ἀδελφοῖς. φρ. 7 συμπορευόμενοι· καὶ ἐν τούτῳ τὸ φιλάλληλον, ὅπως ἀπερισπάστους φυλάξουσι τὰς θηλείας. φρ. 8α ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο, ἅπαξ τῆς ἑβδομάδος ἔθυεν. φρ. 8β καὶ ἐγένετο ὡς ἂν συνετελέσθησαν· ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο. 11 φρ. 9 τὸ μὲν ὡς συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἢ ὅτι καθ' ἑκάστην ἡμέραν τοῦτο ἐποίει ὑπὲρ τῆς παρελθούσης ἡμέρας προσφέρων τὴν θυσίαν, ἢ ὅτι μετὰ τὴν περίοδον τῶν ἑπτὰ ἡμερῶν ἅπαξ τῆς ἑβδομάδος. τὸ δὲ ἀπέστειλε τὴν ἐπιμέλειαν δείκνυσι τοῦ πατρός· οὐ γὰρ ἐκ τύπου τινὸς τοῦτο ἐγίνετο, ἀλλ' ἐξ ἀγρύπνου φροντίδος. τὸ δὲ ἐκαθάριζεν καθαρσίοις ὡς ἔοικε τοῖς δι' ὑδάτων, οἷς φυσικῶς τε οἱ ἄνθρωποι χρῶνται καὶ κατὰ νόμον οἱ Ἰουδαῖοι. καὶ τὰς μὲν οὖν θυσίας ὑπὲρ τῆς αὐτῶν σωτηρίας προσέφερεν, τὸν δὲ μόσχον ὑπὲρ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων. φρ. 10 ηὐλαβεῖτο γὰρ τὴν συνεζευγμένην τοῖς δείπνοις τοῦ λογισμοῦ ταραχὴν καὶ καθαίρειν ταῖς θυσίαις τὰς μόνῳ θεῷ γινωσκομένας πράξεις ἠπείγετο πρὸς τὴν χάριν βλέπων καὶ παρατρέχων τὰ νομικὰ παραγγέλματα. ὁρᾷς ἀκρίβειαν εὐαγγελικήν· τοῦ γὰρ εὐαγγελικοῦ νόμου κελεύοντος μήτε κατὰ διάνοιαν πορνεύειν ἢ θυμοῦσθαι εἰκῆ ὁ ἅγιος Ἰὼβ καὶ ὑπὲρ τῶν κατ' ἔννοιαν ἁμαρτημάτων τῶν παίδων τὸν θεὸν ἐξιλεοῦτο διὰ τῆς θυσίας. 12 φρ. 11 τὰ γὰρ ὁρώμενα αὐτῶν εἰδὼς καθαρὰ διενοεῖτο, μήπως τι ἦν ἐν αὐτοῖς κρυπτὸν παρολίσθημα, καὶ ἔθυεν ὑπὲρ τῶν κρυφίων κατὰ τὸν λέγοντα προφήτην· ἐκ τῶν κρυφίων μου, τουτέστι τῶν κατ' ἄγνοιαν συμβαινόντων, καθάρισόν με. 13 ΚΕΦΑΛΑΙΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν