σύντριμμα καὶ πᾶσα ταλαιπωρία *** Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδάξαι ὁ Λόγος φησίν· «∆εῦτε, | τέκνα, ἀκούσατέ μου» *** δοκεῖν ἔχειν φόβον Θεοῦ, μὴ ἔχειν δὲ ἐκεῖνον τὸν κυρίως ὀνομαζόμενον φόβον Θεοῦ· ἢ οὐ φήσομεν δοκεῖν ἔχειν φόβον Θεοῦ τοὺς προθέσει φόβου Θεοῦ γάμων ἀπεχομένους καὶ <μὴ χρωμένους> βρώμασιν καὶ πόμασιν; Ἀλλ' ὁ νοῦν ἔχων φήσει ὅτι οὐκ ἔστιν ἀληθῶς Θεοῦ φόβος ὁ ἐν ἐκείνοις ὡς οὐδὲ ἀλήθεια *** Πλήθους ὄντος ἁμαρτημά|των, οὐ πάντως ἕκαστος ἔνοχός ἐστιν τοῖς πᾶσιν, ἀλλ' οἵδε μὲν τῷδε τῷ ἁμαρτήματι, ἕτεροι τῷδε, ὥστε πάντας τοὺς ὑπὸ ἁμαρ τίαν ὄντας ἐνόχους εἶναι, οὐ τὸν καθ' ἕνα τοῖς πᾶσιν ἀλλὰ τὸν καθ' ἕνα τινὶ τῶν πάν<των> ‖ καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. [Rom. 3, 19-] «Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λ· *** 144 Εἴπερ νόμον ἐνθάδε νομίζομεν μόνον λέγεσθαι τὸν Μωσέως, ἀπροσλογώ τατα ἂν φάσκοι ὁ ἀπόστολος τὸ διὰ τοῦτο τοῖς ἐν τῷ νόμῳ λαλεῖν τὸν νόμον ὅσα λέγει ἵνα μηδεὶς ἀνθρώπων τόπον ἀπολογίας ἔχῃ περὶ τῶν ἑαυτοῦ ἁμαρτημάτων· τοιοῦτον γάρ ἐστιν | τὸ «Ἵνα πᾶν στόμα φραγῇ». Τί <γὰρ> κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; Πῶς δὲ καὶ ἡ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ Μωσέως νόμου γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνω κότων τὰ ἴδια ἁμαρτήματα; Κάϊν μὲν γάρ φησιν· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με». Οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πα τριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ «Ἐν ἁμαρτί|ᾳ ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ»· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησίν. «Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου» καὶ τὰ ἑξῆς. ∆οκεῖ δή μοι μετρίως ἐκ τούτων ἀποδεδεῖχθαι «νόμον» νῦν τῷ ἀποστόλῳ μὴ τὸν Μωσέως λέγεσθαι· εἰ δὲ μὴ ἐκεῖνός ἐστιν περὶ οὗ νῦν διαλαμβάνει, τίς ἂν ἄλλος εἴη περὶ οὗ ταῦτα διδάσκει ἢ ὁ φύσει νόμος, ὁ καὶ γραπτὸς ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις; Τίνες δ' ἂν εἶεν οἱ ἐν τῷ νόμῳ ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; Οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε *** Ἀπολογί|ας γὰρ τόπος οὐδενὶ καταλείπεται 146 ἀνθρώπῳ τ[ὴν γνῶσ]ιν τοῦ νόμου ἐν τῇ καρδίᾳ συμφυῶς ἔχοντι *** Ὅτε δὲ πᾶν φράττεται στόμα καὶ ὑπόδικος γίνεται πᾶς ὁ κόσμος τῷ Θεῷ, δικαιοῦται ὁ Θεὸς μόνος ἐν τοῖς λόγοις ἑαυτοῦ καὶ νικᾷ ἐν τῷ κρίνεσθαι αὐτόν *** Τίς γὰρ ἀκούων τὰ ἀνάλογον τῷ «Λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρε|νώχλησά σε; Ἀποκρίθητί μοι» ἔχοι ἂν παρρησίαν πρὸς τὸ ἀποκρίνασθαι καὶ φυγεῖν τὴν δίκην ᾗ πᾶς ὁ κόσμος ὑπόκειται; *** «ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτει νεν» *** τινὰ μὲν κατὰ τήν του πρός τι σχέσιν ὠνόμασται ὡς πατὴρ υἱοῦ πατὴρ καὶ υἱὸς πατρὸς υἱός, | καὶ πολίτης πολίτου πολίτης, ἃ δὲ κατὰ διαφορὰν ὡς ἄνθρωπος ἵππος· οὐδενὸς γὰρ ἄνθρωπος ἄνθρωπος οὐδὲ ἵππος ἵππος. Ζητοῦμεν τοίνυν περὶ τοῦ νόμου, περὶ οὗ νῦν ἐξετάζειν χρή, πότερον κατὰ διαφοράν ἐστιν τὸ ὄνομα ὡς τὸ «ἄνθρωπος», ἢ κατὰ τὴν πρός τι σχέσιν ὡς ὁ πατήρ *** Ἄλλος δ' ἂν εἴποι ὅτι ὥσπερ ὁ μονογενὴς τοῦ Θεοῦ ἐστιν αὐτο λόγος καὶ αὐτοσο|φία καὶ αὐτοαλήθεια, οὕτως καὶ αὐτονόμος *** Ἐπεὶ γὰρ οἱ ἐν σαρκὶ ζῶντες καὶ συμπληρώσαντες τὸν λόγον ἄνθρωποι αὐτοί εἰσιν οἱ 148 ἐν τῷ νόμῳ, καὶ τούτων τὸ στόμα φράττεται ὅτε ἐλθούσης τῆς ἐντολῆς ἡ ἁμαρτία ἐν αὐτοῖς ἀναζῇ καὶ οὗτοι κόσμος τις ὄντες ὑπόδικοι γίνονται τῷ Θεῷ. Πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώρισεν καὶ ἐκάλεσεν καὶ ἐδικαίωσεν καὶ ἐδόξασεν νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ Θεῷ (οὐ γάρ εἰσι σάρξ)· ‖ καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου δικαιωθήσονται· νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὢν καί, εἰ χρὴ οὕτως ὀνομάσαι, ἕξις δικαιοσύνης *** πῶς̣ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ἀλλ' οὐκ ἐκ νόμου. Ἐφιστὰς γάρ τις τῷ νόμῳ καὶ τοῦτον κατανοῶν τά τε