ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆαι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέτειλεν εἰ αὐτοὺ θυμὸν ὀργῆ, θλίψιν καὶ ὀργήν, ἀποτολὴν δι' ἀγγέλων πονηρῶν. ὅτε δ', αὐτοὶ οἱ δι' ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν κληρότητά ου καὶ ἀμεταμέλητον καρδίαν θηαυρίζει εαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆ, καὶ τοῦ ἔφθακεν δὲ εἰ αὐτοὺ ἡ ὀργὴ εἰ τέλο. πρὸς τούτοις ἐπίσκεψαι εἰ τὰ μὲν συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστὶν οὔτε δὲ θεοῦ οὔτε ἀπ' οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ· τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι· καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ' οὐρανοῦ ὀργήν. μήποτε οὖν ἐστί τις ἀπ' οὐρανοῦ ὀργὴ καὶ ἑτέρα κάτωθεν ὡς ἀποδέδεικται, οὕτως καὶ ἡμῖν ἀπ' οὐρανοῦ ὀργὴ θεοῦ ἐστίν, ἑτέρα δὲ ἀπ' οὐρανοῦ μὲν οὐ θεοῦ δέ; εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγ καῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ' οὐρανοῦ. 6 ii 7-9 τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πει θομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργὴ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. ὀργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος· θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν· οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινά, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ' εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἂν δέ τις ἐστενοχωρήθη εἰ πεποιήκει τις αὑτῷ ἀπὸ οφία πλάτο καρδία καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος πλατύνθητε καὶ ὑμεῖ. συνάγειν γὰρ εἴωθεν καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. 7 ii 10, 11 δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ. ὁ τοίνυν ἐργαζόμενος τὸ ἀγαθὸν καὶ τίμιον ἑαυτὸν ἀποφαίνων τιμὴν λήψεται, διὰ τῆς μετανοίας ἀναβαίνων, ἐξ ἧς ἐξέπεσεν ὁμοιωθεὶ τοῖ κτήνει τοῖ ἀνοήτοι· καὶ τὰ ἀφθαρσίας ἄξια πράγματα νοήσας ἐγείρεται ἐν δόξῃ εἰς αἰώνιον ζωήν· καὶ ἐν εἰρήνῃ δέ ἐστι πᾶς ὁ ἀπερίσπαστος καὶ μὴ περιελκόμενος ὑπό τινος ἄλλο τι νοεῖν ἢ ποιεῖν παρὰ τὴν ἀλήθειαν, κατὰ τὸ καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήει τὰ καρδία ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριτῷ Ἰηοῦ, καὶ εἰρήνη ὑμῖν πληθυνθείη, καὶ τὸ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· φησὶν δὲ καὶ ὁ προφήτης πλῆθο ἔσεσθαι εἰρήνη ἐν τῇ ἐπιδημίᾳ τοῦ κυρίου ἕω ἀνταναιρεθῇ ἡ ελήνη, ἵνα μηκέτι νόθον ὑπάρχῃ φῶς καὶ νυκτερινόν. 8 ii 12, 13 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. κριθῆναι μέν ἐστι κατὰ νόμον καὶ διὰ νόμου· τὸ δὲ ἀπολέσθαι οὐκ ἐπιδέχεται νόμον· οὐδὲ γὰρ ἄλλος τις αὐτοὺς ἀπολεῖ, ἵνα κρίνῃ αὐτοὺς νόμῳ ἀπωλείας, ἀλλ' ἔχεται τοῖς ἀνόμως ἁμαρτήσασιν ἀπώλεια· ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον μὴ πάνυ ἀποστατοῦντες αὐτοῦ ἀλλ' ἤτοι παρορῶντες ἢ καὶ νικώμενοι, μετὰ τοῦ προτίθεσθαι κατὰ νόμον ζῇν, οὗτοι δι' αὐτοῦ τοῦ νόμου κριθήσονται. 9 ii 15, 16 συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. [ἢ καὶ οὕτως·] κρινεῖ ὁ θεὸς κατὰ τὸ εὐαγγέλιον· ὅπερ εὐαγγέλιον Παύλου ἐστιν, καὶ τῶν