1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ἐπιθυμίας διαστραφέντα τὴν καρδίαν.» Καὶ ἕτερον δὲ οἶδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέρων τούτων τοιαύτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐλευθερωθήσεσθαι ἀπὸ τῆς ὑπὸ τοῖς ἐχθροῖς δουλείας προσεποιοῦντο οἱ πρεσβύτεροι οὗτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν· καὶ ἑκάτερος αὐτῶν ἀνὰ μέρος ᾗ περιετύγχανε γυναικὶ, καὶ ἣν διαφθεῖραι ἐβούλετο, ἐν ἀποῤῥήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ ἀπὸ Θεοῦ σπεῖραι τὸν Χριστόν· εἶτ' ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν 11.65 Χριστὸν ἡ γυνὴ, ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι· καὶ οὕτως ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. ∆ιὸ καλῶς ὑπὸ τοῦ ∆ανιὴλ ὁ μὲν εἴρηται «πεπαλαιωμένος ἡμερῶν κακῶν·» ὁ δὲ ἤκουσε τό· «Οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραὴλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλ' οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.» Τάχα γὰρ ἀπάτη καὶ φόβος δυνάμενα ἐν ταῖς γυναι- ξὶν, ἐποίει αὐτὰς παρέχειν ἑαυτῶν τὰ σώματα τοῖς λεγομένοις τούτοις πρεσβυτέροις. Ἀλλ' εἰκὸς πρὸς ταῦτά σε ζητήσειν τί δήποτε οὐ φέρεται παρ' αὐτοῖς ἐν τῷ ∆ανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι. Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρ- χόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις. Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα, καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα· περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν· «Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Πευσόμεθα γὰρ ἐπὶ τίνα ἀναφέρηται τὸ, «ἐπρίσθησαν,» κατά τι ἔθος ἀρχαῖον οὐ μόνον Ἑβραϊκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός. Σαφὲς δ' ὅτι αἱ παραδόσεις λέγουσι πεπρίσθαι Ἡσαΐαν τὸν προφήτην· καὶ ἔν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τάχα ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵν' ἡ ὅλη ἀπιστηθῇ· ἀλλ' εἰκός τινα, θλιβόμενον ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ βουλήματι τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὐ 11.68 Παύλῳ γεγραμμένην· πρὸς ὃν ἄλλων λόγων κατ' ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἶναι Παύλου τὴν ἐπιστολήν. Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπ' αὐτοῦ προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπ' αὐτοῦ μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φερομένην, ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἔχει δὲ οὕτως ἡ ὑπὸ τοῦ Σωτῆρος εἰρημένη λέξις. «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; ∆ιὰ τοῦτο ἰδοὺ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς. Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.» Καὶ τὸ ἑξῆς δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἔχον· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία