προφητεύοντι. ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον οὕτως ἔχουσα· εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολήν, ἀπ' ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει μὴ ἐφαρμόζειν τῷ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἀλλὰ τοῖς ἀνωτέρω. ἐχαρίτωσε γὰρ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ τῇ αὐτοῦ φρονήσει ὁ Θεός· ἀλλὰ καὶ ἐν τῷ ἠγαπημένῳ ἔχοντες τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων, περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, γνωρίσας ἡμῖν τὸ μυστή ριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ. ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιού μενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρου γινώκειν καὶ τοῦ διώκοντα καταλαμβάνειν· ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, γνωρίσας τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, ῶμα ταπεινώεω περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρῄζομεν. καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμβάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτόν, καθὼς φησὶν ὁ ∆αβίδ, ὡ πολὺ τὸ πλῆθο τῆ χρητότητό ου, Κύριε, ἧ ἔκρυψα τοῖ φοβουμένοι ε. ἐπίστησον δὲ εἰ διαφέρει «προορισμὸς» καὶ «πρόθεσις,» ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν, κατὰ δὲ ταὐτὰ ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πως ἐπακολουθεῖν καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, δεύτερον δὲ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ. ἐξεταστέον δέ τί ἐστι τὸ πλήρωμα τῶν καιρῶν· τούτῳ δὲ παράκειται τὸ πλήρωμα τοῦ χρόνου παρὰ τῷ αὐτῷ λεγόμενον Παύλῳ, ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέτειλεν ὁ Θεὸ τὸν υἱὸν αὐτοῦ. ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς πλήρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ, οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ' ἂν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύνασθαι τὰ προωρισμένα καὶ προτεθει μένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν. 6 Eph. i 10 ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. [Ὠριγένης φησί] τὸ ὄνομα τῆς «ἀνακεφαλαιώσεως» εἴρηται ἐπὶ τῶν τραπεζιτικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων, ὅθεν οἴομαι καὶ τὸν ἀπόστολον ἐνταῦθα κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς, πάντων, ἅτε ἑνὸς τοῦ σύμπαντος κόσμου μερῶν τυγχανόντων, συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, «ἀνακεφα λαίωσίς» ἐστιν ἐν τῷ Χριστῷ. οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονο μουμένων καὶ οἱ καθ' ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ Σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις καὶ (ὡσὰν εἴποι τις) συγκεφα λαίωσις πάντων. «κεφάλαιον» λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα· κεφάλαιον γοῦν, φησίν, ἐπὶ τοῖ λεγομένοι, καὶ κεφαλαίωον ἐν ὀλίγοι πολλά.