προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσελη λυθότες αὐτῷ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ «πιστεύετε «εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε» ἀντὶ τοῦ Καιρὸν ἔχετε μετα βῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν' ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· «Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ «πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν»; 8 Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· «Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ «σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». καὶ ἐπίστησον εἰ δύ ναται κατ' ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θυσίας. οὗτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται. καὶ ἀνέγκλητον μὲν ἦν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰησοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὗτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ ἐν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ ἐν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρω πίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑπὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστεῦσαι εἰς τὸ ὄνομα αὐτοῦ αὐτῷ πεπιστευκέναι. 9 Τὸ « Ὡς μονογενοῦς παρὰ πατρὸς » νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας· τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ' ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται, οὐκ ἄλλος ὢν τούτων ὧν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονο γενὴς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια». ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ' αὐτῆς, ἀλλ' οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ' ἐνέργειαν οὖσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ' αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονο γενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέ γραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· «Πλήρης «εἰμί». εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησό μενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι' εἰκό νων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ' αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ' ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκό νων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραψεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῷ. πλήρης ἄρα ἀληθείας καὶ χάρι τός ἐστιν. 10 Κέκραγεν . Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοή σεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει.