εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβήθητε γὰρ τὸν Κύριον οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔτιν ὑτέρημα τοῖ φοβουμένοι αὐτόν. <καὶ εἰκὸς> ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτου ὁ ἅγιος· ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι, ἀλλ' οὐκ ἀντιστρέφει· πολλοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν. 38 Ὅρα μὴ ὁ δράκων πολεμήσας μετὰ τῶν ἀγγέλων καὶ θλιβείς, βληθεὶς κάτω ἐκ τοῦ οὐρανοῦ ἔσυρεν πίπτων τὸ τρίτον τῶν ἀστέρων, ἅτινα ἄστρα θείας δυνάμεις οὔσας <εἰκὸς> συναπεστατηκέναι αὐτῷ καὶ συγκατενεχθῆναι τῷ δράκοντι· ὡς Ἠσαΐας φησίν πῶ ἐξέπεεν ὁ ἑωφόρο ἐξ οὐρανοῦ;