ταύτην». Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπεκείρατο· ὃς ἐν οἷς ἐκαυχήσατο κατέλεξεν, ὅτι καὶ ἐν ∆αμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτὸς καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιᾶσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ θεοῦ· ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς «ἐμμένειν ἐν τῇ πίστει», καὶ τοῦτο ἔλεγον, «ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ»· ἐζήτουν γὰρ «οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι». Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, «ἐπιλείποι δ' ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος». 10 Περὶ κληρικῶν. Ὅθεν οὐκ ἔστιν εὔλογον οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ κυρίου καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ὁ πολλοὺς διωγμοὺς ἐξαντλήσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκώς τε ὅτι «κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι», ἐπιφέρει καὶ λέγει· «Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς»· «σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν», ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν· ὃς καὶ «τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ τύπον γινόμενον τῶν πιστῶν». Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἴχοσαν ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει· ὅτε δὲ ἔπταισαν, ὡσὰν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. ∆ιὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ πῶς ἐκτελέσωσι παυσάμενοι τῆς κενοδοξίας· ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ' ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται ὡσὰν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι. Οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ' ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι· «Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· οὗτος ὁ ἄνθρωπος θεμέλιον τέθεικε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι».
11 Περὶ τῶν αὐθαιρέτως εἰσελθόντων εἰς τὸν ἀγῶνα καὶ μετὰ πολλὰς
βασάνους ἀρνησαμένων. Οἱ γὰρ πρῶτοι παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς
τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, ἐμβλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι' οὓς ὑποθερμαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπε-ραιρόμενον καὶ ἀντικείμενον, ἔσπευ-δον εἰς τοῦτο, ἵνα μὴ καὶ «δοκῇ παρ' αὐτῷ φρόνιμος εἶναι», ἐφ' οἷς κατὰ πανουργίαν ἔδοξεν ἡττᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυ-στήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι