αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ Ῥώμῃ. 2.10 Τελευτήσαντος δὲ τοῦ ταύτης τῆς πόλεως ἀρχιερέως Ἀλεξάνδρου, τὸν Νικομηδείας φησὶν Εὐσέβιον εἰς τὸν τῆς νεοκτίστου πόλεως ἀρχιερατικὸν μεταστῆσαι θρόνον. 2.11 Ὅτι τὸ δυσσεβὲς οὗτος τοῦ ψεύδους ὄργανον, Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας τελευτήσαντος καὶ ψήφων ἄλλων ἐπ' ἄλλους φερομένων, καὶ χρόνου τινὸς ἐπὶ τοῦτο παρατεινομένου, τὸν θεῖον Ἀθανάσιόν φησι περὶ δείλην ὀψίαν εἰς τὴν ∆ιονυσίου καλουμένην ἐκκλησίαν εἰσπηδήσαντα, καὶ δύο τινὰς τῶν Αἰγυπτίων ἐπισκόπων εὑρόντα τὰς πύλας τε κατὰ ὀχυρώτατον μετὰ τῶν συστασιωτῶν ἐπικλεισάμενον, οὕτω τὴν χειροτονίαν ὑπελθεῖν· τῶν χειροτονούντων πολλὰ μὲν ἀνανευόντων, τῆς δὲ προσαγομένης αὐτοῖς βίας μείζονος τῆς βουλῆς καὶ τῆς δυνάμεως γεγενημένης, τὸ δοκοῦν Ἀθανασίῳ ἐπιτελεσθῆναι. καὶ ὡς ὁ παρὼν τῶν ἐπισκόπων ἄλλος ὅμιλος διὰ τὴν τοιαύτην αἰτίαν τῷ ἀναθέματι τοῦτον παρεπέμψαντο. τὸν δὲ Ἀθανάσιον κρατυνάμενον τὰ καθ' ἑαυτόν, ὡς ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως πρὸς βασιλέα γράψαι τὴν εἰς τὴν ἀρχιερωσύνην ἀνάρρησιν αὐτοῦ. τὸν δὲ νομίσαντα κοινῆς βουλῆς εἶναι τὸ γράμμα, ἐπιψηφίσαι τὴν κατοχὴν τοῦ θρόνου. Ὕστερον δὲ μαθόντα τὰ πεπραγμένα, εἰς Τύρον τῆς Φοινίκης αὐτὸν ἐξαποστεῖλαι, τῷ ἐκεῖσε συνεδρίῳ λόγον ὧν ἔδρασεν δώσοντα. καὶ μόλις μὲν οὖν εἶξαι ταῖς βασιλείοις ἀπειλαῖς τὸν Ἀθανάσιον. εἴξαντα δ' οὖν καὶ παραγενόμενον εἰς Τύρον τὴν μὲν δίκην οὐκ εἰσέρχεσθαι· γύναιον δέ τι μισθωσάμενον ἑταιρικόν, ἤδη τῷ τῆς γαστρὸς ὄγκῳ τὴν ἀκολασίαν στηλιτεῦον, ἐπαφεῖναι διαμηχανᾶσθαι τῷ Εὐσεβίῳ, ὃς τοῦ ἐκεῖσε συνεδρίου κορυφαῖος ἐνομίζετο· τῷ διὰ τὴν συκοφαντίαν, ὡς εἰκός, ἐμπεσόντι θορύβῳ καὶ ταράχῳ τήν τε δίκην ὑπεκκλέψαι καὶ τὴν κρίσιν ἐκφυγεῖν διανοούμενον. Φωραθῆναι δὲ τὴν συσκευὴν ὁ τοῦ ψεύδους φίλος ἀναγράφει δι' ἧς μεθόδου φασὶν οἱ εὐσεβεῖς τὸ κατὰ τοῦ μεγάλου Ἀθανασίου μισθωθὲν παρὰ τῶν δυσσεβῶν πορνίδιον διελεγχθῆναι. τὸν μὲν γὰρ Εὐσέβιον διαπυνθάνεσθαι τῆς ἑταιρίδος εἰ γινώσκει αὐτῆς τὸν φθορέα· τῆς δὲ καὶ μάλα διατεινομένης, προσαναπυθέσθαι εἰ ἄρα γε τοῦτον ὁ παρὼν χορὸς ἔχει. τὴν δὲ φάναι· «εὐφήμει, ὦ δέσποτα· οὐ γὰρ ἔγωγ' ἂν μαινοίμην, ἀνδρῶν τοιούτων αἰσχρᾶς ἡδονῆς δουλείαν ὥστε καταγνῶναι». εἶτ' ἐντεῦθεν ἀρξαμένης παραγυμνοῦσθαι τῆς ἀληθείας, τὴν ὅλην συσκευὴν ἀνακαλυφθῆναι. καὶ τὸν μὲν Εὐσέβιον κρείττω συκοφαντίας πάσης ὀφθῆναι· τὸν δὲ Ἀθανάσιον, ἀντὶ τοῦ φυγεῖν τὴν δίκην, διπλῆς ἔνοχον ἀπελεγχθῆναι, προσλαβούσης τῆς οὐκ εὐαγοῦς χειροτονίας τὴν ἐναγεστάτην συκοφαντίαν. διὸ καὶ τὴν καθαιρετικὴν ψῆφον ὁμόφωνον κατ' αὐτοῦ ἐξενεχθῆναι. ἐκεῖνον μέντοι γε προσαναισχυντεῖν, καὶ λέγειν ἀπεχθείᾳ τὴν καθαίρεσιν τοὺς συνεδρεύσαντας διαπράξασθαι ὥσπερ καὶ τὰς συκοφαντίας, διότι μὴ παρ' αὐτῶν ἀνάσχοιτο τὴν ἀρχιερατικὴν χειροθεσίαν ὑποστῆναι. ∆ιὸ καὶ τὸν βασιλέα ἐπιτρέψαι πάλιν ἑτέρᾳ συνόδῳ τὰ κατὰ τὸν Ἀθανάσιον ἐτασθῆναι. τοὺς δὲ καὶ ἕτερα τῶν ἐγκλημάτων ἐπισυναθροῖσαι· Καλλίνικόν τε γὰρ τὸν ὁμολογητήν, ἐπίσκοπον τοῦ Πηλουσίου, πέδαις σιδηραῖς ἐνδυσάμενον εἱρκτῇ καταθέσθαι, καὶ μὴ διαλιπεῖν προπηλακίζοντα ἕως ἂν αὐτὸν τοῦ ζῆν ἀπελάσοι, προσετίθεσαν ταῖς κατηγορίαις. ναὶ δὴ καὶ ἡ Ἀρσενίου χεὶρ τηνικαῦτα προεκομίσθη, καὶ ὁ Μαρεώτης καὶ ὁ Ἰσχύρας καὶ τὸ μυστικὸν ποτήριον, καὶ τὰ παραπλήσια τούτοις, ἐφ' οἷς αὐτὸν καὶ ἐκκηρῦξαι τὸ συνέδριον καὶ ἀντ' αὐτοῦ προχειρίσασθαι τὸν ἐκ Καππαδοκίας Γρηγόριον. ταῦτα μὲν οὖν ὁ φιλοψευδὴς Κακοστόργιος περὶ τοῦ ἁγίου τερατεύεται Ἀθανασίου. 2.12 Ὅτι, φησίν, ἡ τοῦ βασιλέως Κωνσταντίνου μήτηρ Ἑλένη ἐπὶ τῷ στόματι τοῦ τῆς Νικομηδείας κόλπου πόλιν ἐδείματο, Ἑλενόπολιν αὐτὴν ἐπονομάσασα· ἀσπάσασθαι δὲ τὸ χωρίον κατ' ἄλλο μὲν οὐδέν, ὅτι δὲ Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρικὸν