Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ τῆς κατὰ σάρκα γεννήσεως καὶ τῇ τῶν πολλῶν ὑμῶν ὑπολήψει καὶ δόξῃ, ἤδη δὲ τοῖς ἀξίοις αὐτὸν συνιδεῖν. καὶ ἔμπροσθεν γέγονεν καὶ ἔτι μᾶλλον καὶ μᾶλλον καὶ ἀσυγκρίτως πᾶσιν τοῦ αὐτοῦ καὶ τὸ μεγαλεῖον ἀποκαλυφθήσεται τῆς θεότητος. 13 Jo 1, 17 Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ἸηΣοῦ Χριστοῦ ἐγένετο. ἡ χάρις καὶ ἡ ἀλήθειά φησιν· καὶ γὰρ τὰ Μωυσέως, εἰ καὶ χάρις ἦν, ἀλλ' ἐν τύποις καὶ σκιᾷ. νῦν δὲ ἡ χάρις οὐκ ἐν τύπῳ, ἀλλ' αὐτόχαρις καὶ αὐτοαλήθεια, ὥστε καλῶς φησιν· ὁ μὲν νόμος διὰ Μωυσέως, ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια διὰ ἸηΣοῦ Χριστοῦ ἐγένετο. 14 Jo 1, 18 Ἐπειδὴ εἶπεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, τὸ ἄναρχον αὐτῶν, τὴν πρὸς ἀλλήλους ἄφατον καὶ ὑπὲρ νοῦν σχέσιν καὶ ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος πρὸς τὸν πατέρα, ἐπειδὴ εἰς τὴν ὑψηλὴν καὶ θαυμασίαν ταύτην θεολογίαν ἑαυτὸν καθῆκεν, ἵνα μή τις εἴπῃ· ἄνθρωπε, ὑψηλὰ μὲν καὶ θαυμάσια ἃ λέγεις· ἀλλὰ πόθεν ἔσχες γνῶναι ταῦτα; εἶδες τὸν θεόν; ἀλλ' οὐδεὶς εἶδεν. πόθεν ἔμαθες τὰ ἀπόρρητα ταῦτα; τίς ὁ διδάξας; ἵνα οὖν μηδεὶς τοιαῦτα ἐννοῶν στασιάζῃ τοῖς λογισμοῖς, αὐτὸς προφθάσας φησίν· θεὸν μὲν γυμνὸν καὶ χωρὶς σαρκὸς οὐδεὶς οὐδέποτε ἑώρακεν. εἶτα σὺ δὲ πόθεν μαθὼν λέγεις ταῦτα; ὁ μονογενής, φησίν, ὃν προεῖπον, ὅτι θεός, ὅτι φῶς, ὅτι ἐν ἀρχῇ, ὅτι πρὸς τὸν πατέρα, ὅτι πάντα ἄνθρωπον φωτίζει, ἐκεῖνος ἐξηγήσατο, ἐκεῖνος ἐδίδαξεν· ἐκεῖνον γὰρ ἐθεασάμεθα μετὰ σαρκός, ἐκείνου εἴδομεν τὴν δόξαν, δόξαν ὡς ἀληθοῦς μονογενοῦς. ἐκεῖνος ὁ μονογενής, ὁ τῆς πατρικῆς συγγενείας καὶ οἰκειότητος μηδέποτε ἀφιστάμενος, ἀλλ' ἀεὶ ἐν τοῖς κόλποις ὢν τοῦ πατρός, ἐκεῖνος ἡμῖν ταῦτα ἀπεκάλυψεν καὶ διὰ τοῦτο καὶ ἡμεῖς θαρροῦντες ταῦτα κηρύσΣομεν. 15 Jo 2, 6-8 Καὶ ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ τῶν στοιχείων δημιουργὸς καὶ αὐτός ἐστιν ὁπότε μὲν βουλόμενος εἰς αἷμα τὸ ὕδωρ μεταβάλλειν, ἄλλοτε δ' εἰς οἶνον, ἄλλοτε δὲ ἀπὸ λίθων αὐτὸ <ἐκκαλεῖν> καὶ ὅτι ὡς ἐξουσιαστῇ καὶ δεσπότῃ τοῦ παντὸς πάντα εἴκει αὐτῷ καὶ πρὸς τὸ βούλημα ῥᾷον μεταστοιχειοῦται. 16 Jo 2, 9-11 Φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος ὡς θαυμάζων τὴν καλλονὴν τοῦ οἴνου καὶ τὸ σημεῖον μὲν μὴ συνεγνωκώς, οἰόμενος δ' αὐτὸν παρενεγκεῖν τὸν ἀνθοσμίας οἶνον ἐκεῖνον. διὸ καί φησιν· πᾶς ἄνθρωπος τὸν καλὸν οἶνον τίθησι καὶ ἑξῆς. οὕτως ὁ δεσπότης ἀνεπιδείκτως ἐποίει τὰ σημεῖα, ὥστε τηλικούτου θαύματος τελουμένου ἐπιπλῆξαι δυναμένου πᾶσαν τὴν οἰκουμένην οὐδὲ τοῖς ἐν τῇ αὐτῇ οἰκίᾳ διατρίβουσιν ἐσπούδασεν ἐπιδειχθῆναι. ὅμως μέντοι οὐκ ἔλαθεν· ἐφανερώθη γάρ, φησίν, ἡ δόξα αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. τοῦ μὲν οὖν περιστέλλειν ἑαυτὸν καὶ μὴ κατ' ἐπίδειξιν τερατουργεῖν ἀπόδειξις τὸ μηδὲ τὸν ἀρχιτρίκλινον μηδ' αὐτὸν τὸν νυμφίον συνεγνωκέναι· ἀπεκρίθη γὰρ ἄν τι, εἴπερ συνεωράκει, ἐγκαλοῦντι τῷ ἀρχιτρικλίνῳ, ἀλλὰ καὶ αὐτὸς ὡς καινόν τι ἀκούων ἐσιώπα καὶ πρὸς τὸν λόγον ἐθαύμαζεν, τοῦ δὲ μεγέθους καὶ τῆς τοῦ σημείου λαμπρότητος τὸ καὶ οὕτω πραττόμενον μὴ λαθεῖν· καὶ γάρ φησιν· ταύτην τὴν ἀρχὴν τῶν σημείων ἐποίησεν ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, οὐ δι' ὧν ἐπεδείξατο, ἀλλὰ δι' ὧν μᾶλλον ἀνεπιδείκτως ἐθαυματούργησεν. 17 Jo 2, 14-16 Τοῦτο δὲ πεποίηκεν, ἵνα καὶ τοὺς Ἰουδαίους δι' ἔργου ἀξιομνημονεύτου καὶ σιγῶν ἐλέγχειν ἀεὶ ἔχῃ, ὅτι μάτην ἐπὶ τῷ νομοφυλακεῖν καὶ γεραίρειν σεμνύνονται τὸν ναόν· οἱ γὰρ ἀγορὰν αὐτὸν καὶ ἐμπορείαν ἀπεργασάμενοι καὶ ὅρκων καὶ ἐπιορκίας καὶ ἀδικίας καὶ πολλῆς ἄλλης ἀτοπίας ἐργαστήριον ἀποδείξαντες· (ταῦτα γὰρ τῆς ἀγορᾶς οὐδὲν ἧττον τῶν ὠνίων τὰ τεκμήρια). τίνα ἄλλην τιμὴν ἐπετήδευον ἢ ποίαν ἄλλην φροντίδα ὑπὲρ τῆς αὐτοῦ κοσμιότητος μετὰ πόθου ἐπιστεύοντο ἂν καταβαλεῖν; ἀλλ' ἔνθα μὲν κέρδος ἦν, ὁρᾷς αὐτοὺς ἀγορὰν καὶ ἐμπορεῖον τὸν περιβόητον αὐτοῖς ναὸν ἀποδεδειγμένους καὶ οὐδεμία περὶ τούτου φροντὶς ἢ ἐπιτίμησις· ἔνθα δὲ λόγοις μόνον ἔδει Σοβαρευθῆναι διακένοις, ἐκδικηταὶ τοῦ ναοῦ, ζηλωταὶ τῶν πατρῴων καὶ