1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οἰνοχόας καὶ οἰνοχόον. {∆ιονυσίου.} Θεωρεῖς ὅπως πλῆθος οἴκων καὶ ἀγρῶν καὶ τῶν λοιπῶν ὧν φησιν ἀριθμήσας, εἶτα μηδὲν ἐν τούτοις ἐπικερδὲς εὑρώνοὐδὲ γὰρ τὴν ψυχὴν ἐξ αὐτῶν βελτίων ἐγένετο, οὐδὲ διὰ τοῦτο τὴν πρὸς θεὸν οἰκείωσιν ἐκτήσατο ἀναγκαίως ἐπὶ τὸν ἀληθῆ πλοῦτον καὶ τὴν βεβαίαν ὕπαρξιν τὸν λόγον μετατίθησιν. ∆εῖξαι τοίνυν βουληθεὶς ποῖα τῶν κτημάτων ἵσταται τῷ κτησαμένῳ, μένει τε αὐτῷ διηνεκῶς καὶ σῴζεται, ἐπήγαγε· καί γε σοφία ἐστάθη μοι. 2.911 Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι. Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, ὅτι ἡ καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. {σξηολια αυξτορις νομινε ξαρεντ} Καί γε σοφία ἐστάθη μοι. Μόνη γὰρ αὕτη μένει, τὰ δ' ἄλλα φεύγει καὶ ἀφίσταται, ὅσα φθάσας ἠρίθμησε. Σοφία τοίνυν ἐστάθη μοι, κἀγὼ δι' αὐτὴν ἐστάθην· ἐκεῖνά τε γὰρ πίπτει καὶ πεσεῖν ποιεῖ τοὺς αὐτοῖς ἐπιτρέχοντας. Ἀλλὰ γὰρ σύγκρισιν θεῖναι τῆς σοφίας καὶ τῶν ὑπ' ἀνθρώπων ἀγαθῶν νομιζομένων βουλόμενος, ταῦτα ἐπήγαγε· καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, καὶ τὰ ἑξῆς, οὐ μόνον τούτους κακίζων τοὺς μόχθους οὓς οἱ ἐν εὐφροσύνῃ τρυφῶντες πάσχουσι μοχθοῦντες, ἀλλὰ καὶ οὓς πρὸς ἀνάγκην καὶ βίαν οἱ ἄνθρωποι μοχθοῦντες ὑπομένουσι, τροφῆς ἕνεκα τῆς ἐφημέρου, ἐν ἱδρῶτι τοῦ προσώπου τὰς τέχνας ἐργαζόμενοι. Ὁ μὲν γὰρ μόχθος πολύς, φησίν, ἡ δὲ τέρψις ἡ ἐκ τοῦ μόχθου πρόσκαιρος, οὐδὲν προστιθεῖσα τῷ τερπομένῳ χρήσιμον. ∆ιόπερ τὸ κέρδος οὐδέν· ἔνθα γὰρ οὐκ ἔστι περισσεία, οὐδὲ κέρδος ἔνι. Εἰκότως τοίνυν ματαιότης τὰ σπουδασθέντα καὶ προαίρεσις πνεύματος. Πνεῦμα δὲ τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ ∆αβίδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καί γε ἀληθῶς σοφία ἐστάθη μοι, ὅτι με γνῶναι καὶ συνιέναι πεποίηκε τοῦ λέγειν πᾶν ὅτι οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. Εἰ τοίνυν ἀγαθοῦ κέρδους ἐπιθυμοῦμεν, εἰ περισσείαν θέλομεν, εἰ ἄφθαρτοι ζητοῦμεν εἶναι, μοχθήσωμεν μόχθους τοὺς ὑπὲρ τὸν ἥλιον τρέχοντας. Ἐν τούτοις γὰρ οὐκ ἔστι ματαιότης οὐδὲ προαίρεσις τοῦ εἰκαίου καὶ μάτην ὧδε κἀκεῖ περισπωμένου πνεύματος. 2.12 Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται ὀπίσω τῆς βουλῆς σύμπαντα ὅσα ἐποίησεν αὕτη; {Γρηγορίου.} Θαυμάζω τὸν ὅστις ἀλόγως φερόμενος, εἶτα λαβόμενος ἑαυτοῦ, ἐπὶ τὸ δέον ἐπέστρεψεν ὀπίσω τῆς βουλῆς. {Ἄλλο ∆ιονυσίου.} Σοφίαν φησὶ τὴν παρὰ θεοῦ, ἣ καὶ αὐτῷ ἐστάθη, περιφορὰν δὲ καὶ ἀφροσύνην τοὺς ἀνθρωπίνους μόχθους καὶ τὴν ἐπ' αὐτῶν τέρψιν εἰκαίαν καὶ ἀνόητον. Ταῦτα διαγνοὺς καὶ τί τὸ μέσον αὐτῶν καὶ τῆς ἀληθοῦς σοφίας, μακαρίζων ἐπήγαγεν· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται ὀπίσω τῆς βουλῆς; Αὕτη γὰρ ἡ βουλὴ ἡμᾶς σοφίαν τὴν ὄντως διδάσκει, περιφορᾶς τε καὶ ἀφροσύνης ἀπαλλαγὴν χαρίζεται. 2.13 Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἐστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότοσ. {σξηολια αυξτορις νομινε ξαρεντ} Οὐ κατὰ σύγκρισιν τοῦτό φησινἀσύγκριτα γὰρ τὰ ἐναντία καὶ ἄλληλα φθείρονταιἀλλ' ὅτι τὸ μὲν αἱρετὸν ἔγνω, τὸ δὲ φευκτόν. Τοιοῦτον καὶ τὸ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Τὸ γὰρ μᾶλλον τῆς αἱρέσεως τοῦ ἀγαπήσαντος, οὐ τῆς τῶν πραγμάτων συγκρίσεως. {Ἄλλο Νείλου.} Πολλὰ ψηλαφήσας, μόλις εὑρεῖν δεδύνημαι, ἄρας ἐμαυτοῦ τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς τὴν βουλήν, ἥνπερ ἡμῖν ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν ἐπήγαγεν. Ὥσπερ ἐστὶ φωτὸς καὶ σκότου μέσον, τοῦτο σοφίας, τῆς παρὰ τοῦ θεοῦ καὶ περὶ θεοῦ τῆς ἁγνῆς καὶ τῆς εἰρηνικῆς, μεταξὺ καὶ τῆς ἀφροσύνης, τῆς περὶ τὰ πράγματα στρεφομένης τοῦ βίου,