ποιημάτων καὶ γενητῶν ἐστί· καταχρηστικῶς δὲ λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ Θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός· διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά· ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ ἄρρητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι· δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ Θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἤθελεν ποιῆσαι.» Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, «Ναὶ δύναται· τρεπτῆς γὰρ φύσεως ἐστὶ, γενητὸς καὶ τρεπτὸς ὑπάρχων.» Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ' Αἴγυπτον ἐπισκόπων καὶ τὰς Λιβύας, ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. Ἀλλ' οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ ἀλήθεια· καὶ οὐδεμία ἐστὶ «κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ.» Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» οὐ καταγινώσκει τούτων λεγόντων, «Ἦν ποτὲ ὅτε οὐκ ἦν»; ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, «Ὁ μονογενὴς Υἱὸς,» καὶ, «∆ι' αὐτοῦ ἐγένετο τὰ πάντα,» οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστὶ τῶν ποιημάτων ὁ Υἱός; Πῶς δὲ δύναται εἷς εἶναι τῶν δι' αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς, ὁ τοῖς πᾶσι κατ' ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος, «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν·» καὶ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ»; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν τελεία καὶ «ἀπαύγασμα» τοῦ Πατρὸς, καὶ λέγων, «Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα»; Πῶς δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἴσον γὰρ ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἢ ἀλλοιωτὸς, ὁ λέγων δι' ἑαυτοῦ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» διὰ δὲ τοῦ προφήτου, «Ἴδετέ με ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι»; Εἰ δὲ καὶ ἐπ' αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ' ὡς ὁ Ἀπόστολος, «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας.» Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, «∆ι' ὃν τὰ πάντα,» καὶ «δι' οὗ τὰ πάντα»; Περὶ μὲν οὖν τοῦ βλασφημεῖν αὐτοὺς, ὅτι οὐκ οἶδε τελείως ὁ Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν. Ἅπαξ γὰρ προθέμενοι Χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ Κυρίου λέγοντος, «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς, πολλάκις ἀνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, «Ὅτ' ἂν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθη κακῶν, καταφρονεῖ.» Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην· οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γενόμενοι. ∆ιὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ