1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

εὐαγγελικοῖς διδάγμασιν τὰ προφη τικὰ κηρύγματα. Μωϋσῆς κηρύττει τὸ ὤν· μᾶλλον δὲ αὐτὸς ὁ Θεὸς Λόγος περὶ ἑαυτοῦ λέγει τὸ ὤν· Παῦλος δὲ πολλάκις λέγει τὸ ὢν, προστίθησι δὲ καὶ τὸ ὑπάρχων, ταὐτὸν δυνάμενον τῷ ὤν· λέγει καὶ τὸ ἔστιν, ἰσοδυναμοῦν ἐκείνοις κατὰ τὴν ἔννοιαν· ὡσαύ τως δὲ καὶ ὁ θεολόγος Ἰωάννης πολλαχοῦ τὸ ὢν τῇ τῶν Εὐαγγελίων πραγματείᾳ ἐνσπείρει, καὶ αὐτὸ δὲ τὸ προοίμιον ταύταις ταῖς φωναῖς ἀγλαΐζει, οὐχ ἅπαξ, οὐδὲ δὶς, οὐδὲ τρὶς, ἀλλὰ πολλάκις κηρύττων τὸ ἦν.

Ηʹ. Ὅτι τὰ μὲν ἁρμόττει τῷ Θεῷ Λόγῳ, τὰ δὲ τῇ ἀναληφθείσῃ φύσει. Τῶν

κηρύκων δὲ τῆς ἀληθείας τοιαῦτα διδασκόν των, τίς οὕτως ἄγαν θρασὺς καὶ αὐθάδης, ὡς ἀντὶ 75.1157 μὲν τοῦ ἦν, τὸ οὐκ ἦν εἰπεῖν; ἀντὶ δὲ τοῦ ὢν καὶ ὑπάρχων, κτίσμα προσαγορεῦσαι τὸν ἐκ Πατρὸς μὲν ἀχρόνως καὶ ἀπαθῶς γεννηθέντα, ἐν δὲ τοῖς κόλ ποις τοῦ Πατρὸς ἱδρυμένον; ὁ γὰρ ὢν οὐ κτίζεται, ὁ ὑπάρχων οὐ δημιουργεῖται· τὸ γὰρ ἐγένετο, καὶ τὸ ἔλαβε, καὶ ὅσα τοιαῦτα, οὐ θεολογοῦντες, ἀλλὰ τὴν οἰκονομίαν κηρύττοντες ἔλεγον οἱ τὰ τῆς θεογνωσίας ἐγχειρισθέντες μυστήρια. Καὶ πρῶτος μὲν ὁ μακάριος Ἰωάννης, καὶ «Ὁ Λόγος, ἔφη, σὰρξ ἐγένετο·» εἰπὼν τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ πολλάκις τὸ ἦν ἐπὶ τῆς Θεότητος δεδωκὼς, εἰς τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἐλθὼν, ἀναγκαίως τὸ ἐγένετο τέθεικεν· οὐ γὰρ ἦν ἀεὶ ἡ ἐξ ἡμῶν ληφθεῖσα ὑπὸ τοῦ Θεοῦ Λόγου ἀπαρχὴ, ἀλλὰ πρὸς τῷ τέλει τῶν αἰώνων ἐγένετό τε καὶ ἀνελήφθη ὑπὸ τοῦ Θεοῦ Λόγου. Τοῦτο ποιεῖ καὶ ὁ μακάριος Παῦλος· εἰπὼν γὰρ, «Ἐν μορφῇ Θεοῦ ὑπάρχων,» καὶ προσθεὶς τὸ, «οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ,» ἐπήγαγε τὸ «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» τῇ «μορφῇ τοῦ δούλου» τὸ «λαβὼν» προσαρμόσας, τῇ δὲ «μορφῇ τοῦ Θεοῦ» τὸ «ὑπάρχων» συζεύξας. Οὐκοῦν ἡ τοῦ Θεοῦ μορφὴ προϋπ άρχουσα, μᾶλλον δὲ ἀεὶ ὑπάρχουσα, ἔλαβε τὴν τοῦ δούλου μορφήν· οὐ τοίνυν κτίσμα, οὐδὲ ποίημα, οὐδὲ ἐξ οὐκ ὄντων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐκ τοῦ Πατρὸς γεννηθεὶς ἀεὶ τῷ Πατρὶ σύνεστι, καὶ τὴν μετὰ Πατρὸς παρὰ τῶν εὐγνωμόνων προσκύνησιν δέχεται.

Θʹ. Περὶ τῆς ἐκ Θεοῦ γεννήσεως. Μηδεὶς δὲ γέννησιν ἀκούων, τοῖς λογισμοῖς

δεχέ σθω τὰ πάθη τῆς ἡμετέρας γεννήσεως, τομὴν, καὶ ῥεῦσιν, καὶ ὠδῖνα, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Σωμάτων γὰρ ταῦτα παθήματα· Θεὸς δὲ ἀσώματος, καὶ ἀπαθὴς, ἄτρεπτός τε, καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύ τως ἔχων· εἰ δέ τις οἴεται γέννησιν μὴ εἶναι πά θους ἀπηλλαγμένην, καὶ ἐν τοῖς περὶ κτίσεως λόγοις τούτους δεχέσθω τοὺς λογισμούς· ὥσπερ γὰρ ἐκεῖ τομὴ καὶ ῥεῦσις, οὕτως ἐνταῦθα φροντὶς, καὶ πόνος, καὶ ἱδρὼς, καὶ ὄργανα, καὶ ὕλη προϋποκειμένη, καὶ ἀποτυχίαι, καὶ τὰ ἄλλα ὅσα συμπαρομαρτεῖ τοῖς κτίσμασιν· εἰ δὲ μόνη βούλησις τῷ Θεῷ εἰς τὴν τοῦ παντὸς ἤρκησε δημιουργίαν, καὶ βουληθεὶς πα ραχρῆμα τὰ μὴ ὄντα ἔδειξεν ὄντα, δεξάσθω ὁ ἀντι λέγων καὶ τὴν γέννησιν τοῦ Θεοῦ πάθους ἀπηλλάχθαι παντός. Ὥσπερ δὲ οὐ τοῖς ἀνθρώποις ὁμοίως ἐδη μιούργησεν, οὕτως οὔτε ὁμοίως ἐγέννησεν.

Ιʹ. Τίς ἡ ἔννοια τῶν τοῦ Κυρίου ὀνομάτων. ∆ιὸ καὶ ὁ Λόγος ὁ Υἱὸς ὀνομάζεται

ὡς ἀπαθῶς γεννηθεὶς, κατὰ τὸν ἐκ τοῦ νοῦ γεγενημένον λόγον ἀπαθῶς. Υἱὸς δὲ καλεῖται ὡς ἐκ τοῦ Πατρὸς γεννη 75.1160 τῶς προελθών. Θεὸς δὲ προσαγορεύεται ὡς τῆς πατρικῆς φύσεως μετέχων, καὶ ἀπαράλλακτος εἰκὼν ὑπάρχων τοῦ Θεοῦ γεννήσαντος. Μονογενὴς δὲ, ὡς μόνος ἐκ μόνου, καὶ μονοτρόπως γεννηθείς· ἀπαύ γασμα δόξης, ὡς ἐν αὐτῷ τὸν Πατέρα δεικνὺς, καὶ ἀεὶ συνὼν τῷ γεννήσαντι, ὥσπερ τῷ φωτὶ τὸ ἀπαύ γασμα· χαρακτὴρ ὑποστάσεως, ἵνα μὴ ψιλὴν ἐνέρ γειαν, ἀλλὰ ζῶσαν ὑπόστασιν τὸν Θεὸν Λόγον εἶναι πιστεύσῃς, ὅλον ἐν ἑαυτῇ τὸν γεννήσαντα δεικνῦσαν· τὸ δὲ πρωτότοκος οὐκ ἔστι τῆς θείας φύσεως, ἀλλὰ τῆς οἰκονομίας