1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

4

παρ' Ἑβραίων τὰ περὶ τοῦ ὄντος διδαχθῆναι Θεοῦ. Καὶ ταῦτα διδάσκει μὲν Πλούταρχος ὁ Βοιώτιος, διδάσκει δὲ καὶ Πορφύριος ὁ κατὰ τῆς ἀληθείας λυττήσας, καὶ μέντοι καὶ Νουμήνιος ὁ 1.15 Πυθαγόρειος καὶ ἕτεροι πλεῖστοι. Φασὶ δὲ τὸν Πυθαγόραν καὶ περιτομῆς ἀνασχέσθαι, τοῦτο παρ' Αἰγυπτίων μεμαθηκότα· Αἰγύπτιοι δὲ παρ' Ἑβραίων τόνδε τὸν νόμον παρέλαβον. Ἁβραὰμγὰρ τοῦ πατριάρχου παρὰ τοῦ Θεοῦ τῶν ὅλων τῆς περιτομῆς δεξαμένου τὴν ἐντολήν, ἐφύλαξε μὲν ταύτην τὸ γένος· ᾤκησε δ' ἐπὶ πλεῖστον τὴν Αἴγυπτον, ἐζήλωσαν δὲ τοὺς Ἑβραίους 1.16 Αἰγύπτιοι. Ὅτι δὲ οὐκ ἦν πάλαι νόμος Αἰγυπτίοις περιτέμνειν τὰ βρέφη, ἡ τοῦ Φαραὼ θυγάτηρ ἀξιόχρεως μάρτυς· τῇ γὰρ ὄχθῃ τοῦ ποταμοῦ προσερριμμένον εὑροῦσα τὸν Μωϋσῆν, εὐθύς τε τὴν περιτομὴν εἶδε καὶ τὸ γένος ἐπέγνω καὶ τῶν Ἑβραίων ἔκγονον τὸ βρέφος ὠνόμασεν. 1.17 Οἱ μὲν οὖν διὰ πάσης ἐληλυθότες παιδείας τοσοῦτον ἔρωτα εἶχον φιλομαθείας, ὡς καὶ πολέμων καὶ πελαγῶν μεγίστων κατα φρονῆσαι καὶ βαρβάροις ἀνδράσι φοιτῆσαι καὶ πανταχόθεν ξυλλέ ξαι ὅπερ ἀναγκαῖον ἐνόμισαν· Σωκράτης δὲ ὁ Σωφρονίσκου, τῶν φιλοσόφων ὁ ἄριστος, οὐδὲ παρὰ γυναικῶν μαθεῖν τι χρήσιμον ὑπέλαβε φιλοσοφίας ἀνάξιον· τῷ τοι καὶ τὴν ∆ιοτίμαν οὐκ ἠρυ θρία προσαγορεύων διδάσκαλον, καὶ μέντοι καὶ παρὰ τὴν Ἀσπα 1.18 σίαν διετέλει θαμίζων. Τούτων δέ γε οἱ πλεῖστοι μὲν οὐδὲ τὴν Μῆνιν ἴσασι τὴν Ἀχιλλέως, ἐξ ἧς ἄρχεσθαι τῶν ἐλλογίμων μαθημάτων εἴωθε τὰ μειράκια· οἱ δέ, ὀλίγα μὲν παρὰ ποιητῶν, ὀλίγα δὲ παρὰ ῥητόρων ἐρανισάμενοι, τῶν δέ γε φιλοσόφων οὐδὲ αὐτὰς τὰς προσηγορίας μεμαθηκότες, πλὴν δυοῖν ἢ τριῶν τῶν ἐπισήμων, βάρβαρον μὲν τὴν θείαν γραφὴν ὀνομάζουσι, μα θεῖν δὲ τἀληθὲς παρ' αὐτῆς αἰσχρὸν ὑπειλήφασιν. Ἐξ ἀγνοίας 1.19 δὲ αὐτοῖς τὸ τῆς ἀλαζονείας ἐπιγίνεται πάθημα. Εἰ γὰρ τὰς Ἑλληνικὰς ἀνεγνώκεσαν ἱστορίας, ἔγνωσαν ἂν δήπουθεν, ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρὰ βαρβάρων ἐπαιδεύθησαν Ἕλληνες. Γεωμετρίαν μὲν γὰρ καὶ ἀστρονομίαν Αἰγυπτίους πρώτους εὑρηκέναι φασίν· ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται· Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπικὴν ἐπενόησαν πρῶτοι· ὅτι δὲ καὶ ἡ σάλ 1. πιγξ Τυρρηνῶν ἐστιν ἔργον, καὶ αὐλοὶ Φρυγῶν, διδάσκουσι μὲν αἱ τραγῳδίαι, διδάσκουσι δὲ μετὰ τούτων αἱ ἱστορίαι. Καὶ τὰ γράμματα δέ γε Φοίνικας εὑρηκέναι λογοποιοῦσιν οἱ Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι· ἰατρικῆς δὲ ἄρξαι τὸν Ἄπιν φασὶ τὸν Αἰγύπτιον, εἶτα τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην· σκάφος δὲ πρῶτον ἐν Λιβύῃ ναυπηγηθῆναι 1.21 λέγουσιν. Ὅτι δὲ καὶ τῶν ∆ιονυσίων καὶ τῶν Παναθηναίων, καὶ μέντοι καὶ τῶν Θεσμοφορίων καὶ τῶν Ἐλευσινίων τὰς τελετὰς Ὀρφεύς, ἀνὴρ Ὀδρύσης, εἰς τὰς Ἀθήνας ἐκόμισεκαὶ εἰς Αἴγυπτον ἀφικόμενος τὰ τῆς Ἴσιδος καὶ τοῦ Ὀσίριδος εἰς τὰ τῆς ∆ηοῦς καὶ τοῦ ∆ιονύσου μετατέθεικεν ὄργια, διδάσκει μὲν Πλούταρχος ὁ ἐκ Χαιρωνείας τῆς Βοιωτίας, διδάσκει δὲ καὶ ὁ Σικελιώτης ∆ιόδωρος, μέμνηται δὲ καὶ ∆ημοσθένης ὁ ῥήτωρ καί φησι τὸν Ὀρφέα τὰς ἁγιωτάτας αὐτοῖς τελετὰς κατα 1.22 δεῖξαι. Ὅτι δὲ καὶ τὰ τῆς Ῥέας ἢ τῆς Κυβέλης ἢ τῆς Βριμοῦς 1.22 (ἢ ὅπως ἂν ἐθέλητε, ὀνομάζετε· πολλὴ γὰρ εὐπορία παρ' ὑμῖν ὀνομάτων, οὐχ ὑποκειμένων πραγμάτων)-ἀλλ' ὅμως ὅτι καὶ ταύτης τὰς ἑορτὰς καὶ τὰ ἐν αὐταῖς τελούμενα ἀπὸ Φρυγίας εἰς τὴν Ἑλλάδα μετεκόμισαν Ἕλληνες, οἱ προκληθέντες ἤδη 1.23 μάρτυρες διαρρήδην διδάσκουσιν. Εἰ δὲ καὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τῶν δαιμόνων τὰς τελετὰς καὶ τὰ πρῶτα στοιχεῖα παρὰ βαρβάρων ἐδιδάχθησαν Ἕλληνες καὶ ἐπὶ τοῖς διδασκάλοις ἁβρύνονται, τί δήποτε ὑμεῖς, οὐδὲ ξυνιέναι τὰ ὑπ' ἐκείνων ξυγγε γραμμένα δυνάμενοι, παραιτεῖσθε μαθεῖν τὴν ἀλήθειαν παρ' 1.24 ἀνδρῶν θεόσδοτον σοφίαν εἰσδεξαμένων; Εἰ δέ, ὅτι οὐκ ἐκ τῆς Ἑλλάδος ἐβλάστησαν, τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν οὐ βούλεσθε, ὥρα ὑμῖν μήτε Θαλῆν ὀνομάζειν σοφὸν μήτε Πυθαγόραν φιλόσο φον μήτε Φερεκύδην τὸν ἐκείνου διδάσκαλον. Ὁ μὲν γὰρ Φερε κύδης Σύριος ἦν, οὐκ