1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

4

πιστεύοντας ἐκέλευσε μὴ προσέχειν ἐκείνους, μηδὲ φρίττειν τῶν νόμων τὰς ἀπειλὰς, ἀλλὰ πράττειν ὡς ἐλευθέρους ἅπερ ἂν ἐθελήσωσιν· οὐ γὰρ διὰ πράξεων ἀγαθῶν, ἀλλὰ διὰ χάριτος τεύξεσθαι τῆς σωτηρίας. Οὗ δὴ χάριν οἱ τῆς τούτου συμμορίας πᾶσαν ἐτόλμων ἀσέλγειαν, καὶ μαγγανείαις ἐχρῶντο παντοδαπαῖς, ἐρωτικά τινα καὶ ἀγώγιμα μηχανώμενοι, καὶ τὰ ἄλλα ὅσα τῆς γοητείας ἴδια ὡς θεῖα μετιόντες μυστήρια. Καὶ τούτου μὲν ἐν τύπῳ ∆ιὸς εἰκόνα κατασκευάσαν τες, τῆς δέ γε Ἑλένης ἐν τῷ εἴδει τῆς Ἀθηνᾶς, ταύταις ἐθυμίων καὶ ἔσπενδον, καὶ ὡς θεοὺς προσ εκύνουν, Σιμωνιανοὺς ἑαυτοὺς ὀνομάζοντες. Ἐκ τῆσδε τῆς πικροτάτης ἀνεφύησαν ῥίζης, Κλεοβανοὶ, ∆οσι θεανοὶ, Γορθηνοὶ, Μασβόθεοι, Ἀδριανισταὶ, Εὐτυχηταὶ, Καϊνισταί. Ἀλλ' οὗτοι πάντες, σμικράς τινας ἐναλλαγὰς τῆς δυσσεβοῦς ἐπινενοηκότες αἱρέσεως, οὐκ ἐπὶ πλεῖστον διήρκεσαν, ἀλλὰ λήθῃ παντελεῖ παρεδόθησαν. Βʹ. -Περὶ Μενάνδρου. Μένανδρος δέ τις, καὶ αὐτὸς Σαμαρείτης, ἀπὸ Χαβραῒ κώμης οὕτω καλουμένης ὁρμώμενος, τὴν μὲν ἐκείνου διεδέξατο γοητείαν, ἑαυτὸν δὲ οὐ τὴν πρώτην ὠνόμασε δύναμιν· ἄγνωστον γὰρ ἔφησε ταύτην· ἀλλ' ὑπ' ἐκείνης ἀπεστάλθαι βρενθυόμενος Σωτῆρα ἑαυτὸν προσηγόρευσε, τοὺς δὲ ἀγγέλους, τῷ Σίμωνι παραπλησίως, ὑπὸ τῆς ἐννοίας ἔφησε προ βληθῆναι, καὶ τούτους τὸν κόσμον δημιουργῆσαι· σώζεσθαι δὲ τοὺς εἰς αὐτὸν βαπτιζομένους, καὶ κρείττους ἀποτελεῖσθαι κἀν τῷδε τῷ βίῳ, καὶ λαμ βάνειν δύναμιν εἰς τὸ ῥᾷστα τῶν κοσμοποιῶν δυνά μεων περιγίνεσθαι. Κατὰ τούτων συνέγραψεν Ἰουστῖ νος ὁ ἐν φιλοσόφου σχήματι τῆς ἀληθείας γεγενημένος συνήγορος, καὶ τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, καὶ Εἰρηναῖος, οὗ καὶ πρόσθεν ἐμνήσθη μεν· ἀποστολικὸς δὲ καὶ οὗτος ἀνήρ· καὶ Ὠριγένης, ὁ πολυμάθειαν ἀσκήσας. Τοῦτον ἐσχηκότες διδάσκαλον Σατορνῖλος, καὶ Βασιλίδης, ὁ μὲν αὐχῶν πατρίδα τὴν Ἀντιόχειαν τὴν Ὀρόντῃ τῷ ποταμῷ γειτονεύουσαν, 83.348 ὁ δὲ Βασιλίδης τὴν Ἀλεξάνδρειαν, ἐναντίους καὶ τῷ διδασκάλῳ καὶ ἀλλήλοις ἀνέπλασαν μύθους· ἄμφω δὲ ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος ἐγένοντο. Γʹ. -Περὶ Σατορνίλου. Ἐγὼ δὲ τὴν Σατορνίλου πρῶτον ἐπιδείξω μυθο λογίαν. Οὗτος, τῷ Μενάνδρῳ παραπλησίως, ἕνα ἔφησεν εἶναι Πατέρα παντάπασιν ἄγνωστον· τοῦτον δὲ ἀγγέλους δημιουργῆσαι, καὶ τὰς ἄλλας δυνά μεις· ἑπτὰ δέ τινας ἐκ τούτων τὸν κόσμον ποιῆσαι, καὶ τὸν ἄνθρωπον διαπλάσαι, καὶ αὐτούς φησιν εἰ ρηκέναι τὸ, "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν." Τοῦ δὲ πλάσματος ἀνορθοῦσθαι μὴ δυναμένου, ἀλλὰ σκώληκος δίκην ἑρπύζοντος, οἰκτείρασα, φησὶν, ἡ θεία δύναμις, ζωῆς σπινθῆρα κατέπεμψε, καὶ τὸν ἀτελῆ ἄνθρωπον ἐτελεσιούργησε· τοῦτον δὲ τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τοῦ ζώου διάλυσιν, ἀνατρέχειν πρὸς τὴν ἀποστείλα σαν δύναμιν. Τὸν δὲ Σωτῆρα καὶ Κύριον οὐκ ἀγένη τον μόνον, ἀλλὰ καὶ ἀγέννητον ἔφησε, καὶ ἀσώμα τον, καὶ ἀνείδεον· φαντασίᾳ δὲ μᾶλλον, οὐκ ἀληθείᾳ τοῖς ἀνθρώποις ἐπιφανῆναι. Τὸν δὲ τῶν Ἰουδαίων Θεὸν ἕνα τῶν ἀγγέλων εἴρηκεν εἶναι. Εἶτα τοῦ πλάσματος ἐπιλησθεὶς (ἀγέννητον γὰρ προσηγόρευσε τὸν Σωτῆρα), τὸν πατέρα φησὶ τοῦ Χριστοῦ, κατα λῦσαι βουλόμενον μετὰ τῶν ἄλλων ἀγγέλων καὶ τὸν τῶν Ἰουδαίων Θεὸν, ἀποστεῖλαι τὸν Χριστὸν εἰς τὸν κόσμον ἐπὶ σωτηρίᾳ τῶν εἰς αὐτὸν πιστευόντων ἀνθρώπων. ∆ύο τῶν ἀνθρώπων εἶναι λέγει διαφορὰς, καὶ τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ πονηροὺς, καὶ ταύτην ἐν φύσει τὴν διαφορὰν εἰληφέναι. Τῶν δὲ πονηρῶν δαιμόνων τοῖς πονηροῖς