4
μακάριος Μωσῆς, "Θεὸς, φησὶ, πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." Ἐκάλεσε καὶ τῶν ἀνθρώπων πιστοὺς τοὺς ἀναμφι βόλως δεχομένους αὐτοῦ τοὺς λόγους. Οὕτω Θεὸς ὢν καὶ καλούμενος μετέδωκε καὶ ταύτης τῆς κλή σεως τοῖς ἀνθρώποις ὁ μεγαλόδωρος, καὶ βοᾷ· "Ἐγὼ εἶπον, Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε." Τὸ οὖν μακάριος ὄνομα τῆς κατ' ἀρετὴν τελειώσεως ὑπάρχει καρπός. Ὥσπερ γὰρ καὶ ἕκαστον τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων εἰς τὸ τέλος ὁρᾷ· ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλ λογὴν χρημάτων καὶ πλούτου περιουσίαν· οὕτως καὶ ἡ τῆς ἀρετῆς ἐπιστήμη καρπὸν ἔχει καὶ τέλος τὸν θεῖον μακαρισμόν. Μηδεὶς δὲ ἄνδρα μόνον ὁρῶν ἐν ταῦθα μακαριζόμενον, ἐστερῆσθαι νομίσῃ τοῦδε τοῦ μακαρισμοῦ τῶν γυναικῶν τὸ γένος. Οὐδὲ γὰρ ὁ ∆ε σπότης Χριστὸς ἀῤῥενικῶς τοὺς μακαρισμοὺς σχη ματίσας ἀπηγόρευσε ταῖς γυναιξὶ κτῆσιν τῆς ἀρε τῆς. Συμπεριλαμβάνει γὰρ τοῖς ἀνδράσι καὶ τὰς γυ ναῖκας ὁ λόγος· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Συνάπτεται δὲ τῇ κεφαλῇ τὰ μέλη τοῦ σώματος, καὶ κεφαλῆς στεφανουμένης ἀγάλλεται· οὕτω καὶ πρός τινα διαλεγόμενοι, καὶ φίλην αὐτὸν κεφαλὴν ὀνομάζοντες, οὐ χωρίζομεν τῶν μορίων τοῦ σώματος, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν προσ φθεγγόμεθα. Οὐχ ἁπλῶς δὲ πρῶτον ὁδοῦ, εἶτα στά σεως, εἶτα καθέδρας ἐμνημόνευσεν· ἀλλ' εἰδὼς ἀκριβῶς, ὡς κίνησιν μὲν πρῶτον ὁ λογισμὸς ὑπο μένει, εἴτε φαῦλος, εἴτε σπουδαῖος εἴη· εἶτα στά σιν, εἶτά τινα ἑδραίαν βεβαίωσιν. Παραινεῖ τοίνυν, μήτε τῷ νῷ παραδέξασθαι δυσσεβῆ τινα ἔννοιαν, μήτε ἐπὶ πρᾶξιν ὁδεῦσαι παράνομον. Ἀσεβεῖς δὲ φίλον τῇ θείᾳ Γραφῇ καλεῖν τοὺς ἀθεΐαν, ἢ πολυ θεΐαν θρησκεύοντας· ἁμαρτωλοὺς δὲ, τοὺς παρα νομίᾳ συζῇν προαιρουμένους, καὶ βίον διεφθαρμένον 80.869 ἀσπαζομένους· λοιμοὺς δὲ, τοὺς μὴ μόνον σφᾶς αὐ τοὺς λυμαινομένους, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντας, κατὰ τὴν ἐπισκήπτουσαν καὶ ἀνθρώ ποις καὶ κτήνεσι νόσον, ἧς μεταλαγχάνουσιν οἱ τοῖς νοσοῦσι πελάζοντες. ∆ιὸ φεύγειν ὁ λόγος παρα κελεύεται καὶ τὰ τούτων συνέδρια. Ἐπειδὴ δὲ οὐκ ἀπόχρη εἰς ἀρετῆς τελείωσιν τῆς κακίας φυγή· "Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·" καὶ ὁ μακάριος Ἡσαΐας· "Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε ποιεῖν καλόν·" μάλα εἰκότως ἐπήγαγεν ὁ μακάριος ∆αβίδ· βʹ. "Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ κτός." Προσήκει δὲ οὐ μόνον τὰ προειρημένα βδελύξασθαι· ἀλλὰ καὶ τῷ θείῳ νόμῳ νύκτωρ καὶ μεθ' ἡμέραν προσέχειν, κἀκεῖνα θέλειν ἃ ὁ θεῖος νό μος ὑπαγορεύει, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν τὸν οἰκεῖον βίον εὐθύνειν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωσέως ἐνομοθέτησε λέγων· "Ἔσται τὰ ῥήματα τοῦ νόμου τούτου διὰ παντὸς ἐν τῷ στόματί σου, καὶ μελετήσεις ἐν αὐτοῖς καθήμενος, καὶ δι ανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ· καὶ ἀπαρτήσεις αὐτὰ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου." Εἶτα δείκνυσι τὸν καρπὸν τὸν ἐντεῦθεν φυόμενον. γʹ, δʹ. "Ἔσται γὰρ, φησὶν, ὡς τὸ ξύλον τὸ πεφυ τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὑτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται." Μιμεῖται γὰρ ὑδάτων ἄρδειαν τὰ τοῦ θείου Πνεύματος νάματα· καὶ καθάπερ ἐκεῖνα τὰ παραφυτευόμενα δένδρα τεθηλέναι ποιεῖ, οὕτω ταῦτα παρασκευάζει τοὺς θείους φέρειν καρ πούς. Οὗ δὴ χάριν καὶ ὁ ∆εσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν. "Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Καὶ πάλιν· "Ὁ πι στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Καὶ μέντοι καὶ πρὸς τὴν Σαμαρῖτιν· "Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν