1

 2

 3

 4

4

τὴν θείαν καὶ πάντα περι έχουσαν ἐδήλωσεν οὐσίαν, πρὸς ἡμᾶς τῷ τῆς οἰκονο μίας κατιοῦσαν λόγῳ, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῇ φύσιν πρὸς τὸν πατρικὸν ἄγουσαν θρόνον, κατὰ τὸ εἰρημένον τῷ θεσπεσίῳ Παύλῳ· "Καὶ αὐτὸν ἤγει ρεν τὸν Χριστὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης Ἀρχῆς, καὶ Ἐξουσίας, καὶ ∆υνάμεως, καὶ Κυριότητος, καὶ παν τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Οὐ δή που τῆς θείας τοῦ Μονογενοῦς οὐσίας μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῆς τοῦ Πατρὸς δόξης ἀξιουμένης· ἀλλὰ τότε, μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, τοῦ Θεοῦ Λόγου τῇ τοῦ Πατρὸς δόξῃ τιμωμένου τε καὶ προσκυνουμέ νου μετὰ τῆς ἰδίας σαρκός. Καὶ ἑτέρωθι δὲ ὁ αὐτὸς ἀπόστολος Παῦλος ἐκβάλλει σου ταύτην τὴν κενοφω νίαν. Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· "Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύ ριος ἐξ οὐρανοῦ." Ἰδοὺ μόνου προσηγορίαν ἀνθρώ που προτάξας, ἐπήγαγεν· Ὁ Κύριος ἐξ οὐρανοῦ, τὴν θείαν διὰ τοῦ ἐξ οὐρανῶν εἰπεῖν ἑρμηνεύων οὐ σίαν. Καὶ Θεὸν δὲ πολλάκις λέγοντες οἱ θεοφόροι προ φῆται καὶ ἀπόστολοι, τὴν ἀνθρωπείαν ὑποτίθενται φύσιν. Ὁ μὲν Ἱερεμίας βοῶν· "Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν." Εἶτα, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω· "Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Οὐ δήπου 83.1164 τὴν θεότητα τοῦ Μονογενοῦς ὀφθαλμοῖς ἀνθρώπων ληπτὴν ἔσεσθαι προφητεύων· ἀλλὰ διὰ τοῦ Ὤφθη τὴν σάρκα τοῦ Θεοῦ Λόγου σαφῶς ὑποδείκνυσιν. Τῆς δὲ αὐτῆς ἔχεται διανοίας καὶ τὸ ἐν τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ παρὰ τοῦ θεσπεσίου ∆αβὶδ εἰρημένον· "Ὁ Θεὸς ἐμφανῶς ἥξει." Καὶ Σοφονίας δὲ ὁ προφήτης τὸ αὐτὸ τοῦτο προφητεύει λέγων· "Ἐπιφα νήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς." Οὐδὲν δὲ ἧττον καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης τὸ ἀπόῤῥητον τοῦτο κηρύτ τει μυστήριον· "Ὃ ἦν ἀπ' ἀρχῆς, λέγων, ὃ ἀκη κόαμεν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψη λάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς." Οὐ δήπου τὴν ἀσώματον καὶ ἀόρατον τοῦ Θεοῦ Λόγου φύσιν χερσὶ ψηλαφωμένην εἰδὼς, ἀλλὰ τὸ σῶμα τοῦ Θεοῦ Λόγου προσηγορίᾳ τιμῶν.

Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ' ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος. ῞Οτι μετὰ τὸ γενέσθαι τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον καθ' ἡμᾶς ἄνθρωπον, μετὰ τοῦ μεῖναι Θεὸν, καὶ εἰς ἑαυτὸν διὰ τῆς τοῦ δούλου μορφῆς τὰ ἡμέτερα καταδέξασθαι πάθη, οὔτε προσηγορίαις, οὔτε τῇ φύσει λοιπὸν ἀπὸ τῆς ἰδίας μερίζεται σαρκός· ἀλλὰ κἂν ἄνθρωπον εἴπῃ, τὸν Θεὸν Λόγον λέγει· κἂν Θεὸν ὀνο-μάσῃ, οὐδὲν ἧττον μετὰ τῆς ἑαυτοῦ σαρκὸς ὀνομάζει. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οὐ γὰρ πλήθους μαρτυριῶν ἡμῖν ἐπίδειξις πρόκειται, ἀλλ' ἔλεγχος τῆς ἀπαιδεύτου τεχνολογίας καὶ παρατηρήσεως.