4
ἀνακυρήξει πιστὸν δοῦλον καὶ τῶν ἐντολῶν αὐτοῦ τηρητὴν καί, τὸ μεῖζον, ὁμολογητήν. εἶτα, ποῦ σε πέμψοι; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ, ἀλλ' εἰς ζωοδόχον χωρίον καὶ ἀθάνατον κατάπαυσιν καὶ ἀπειροαγαλλίατον θεοφροσύνην· εἴσελθε γάρ, φησίν, εἰς τὴν χαρὰν τοῦ κυρίου σου. πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσιν, πάντες μεγαλοψυχοῦμεν, σοῦ ἑδρασμένου. εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. ὁ τὸν θεὸν φοβούμενος μὴ φοβηθῇς ὃ ἐποίησέν σοι ἄνθρωπος ἢ καὶ ποιήσει τυχόν. πέποιθας ἐπὶ Κύριον, ὄρος εἶ Σιών, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. τὰς ἰοβόλους φωνὰς καὶ ἀπατηλοθελεῖς τῶν ὡς ὄφεων ὑποσυρομένων σοι καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀπάξαι φεῦγε καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθείς, ἔσθ' ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν, ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοί, ὁ κύριος διάκονος ὁ πατήρ μου, ὁ γλυκύς μου ἀδελφὸς καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποὶ προσφίλιοι καὶ τίμιοί μου καὶ τέκνα σου, οὓς σὺν ἐμοὶ πάντας, πάτερ, εὔχου. πάντες αὐτῶν εὐδρομοῦσιν, ποθητὸν αὐτοῖς μόνον ἡ σὴ ὑγεία ἐν Κυρίῳ καὶ εὐφόρητον πᾶν ὁτιοῦν παθοῦσιν. πάντως καὶ λυπούμεθα καὶ ἀδημονοῦμεν καὶ ἀσχάλλομεν καὶ ῥαθυμοῦμεν καὶ λογισμῶν πονηρῶν ὀχλήσεις ἔχομεν (καὶ οὐδὲ γὰρ ἔστιν ἐκτὸς θλίψεων παρελθεῖν τῶν τῇδε), ἀλλὰ διὰ τὴν ἐλπίδα καὶ εὐχήν σου ἰσχύομεν. ἐμοὶ δέ, πάτερ, εὔχου, ὅτι τὸν Ἠσαΐαν τὸν ἅγιον ἐκστηθίζω, καὶ δήλωσόν μοι, εἰ παρὰ τὸ γράφειν ἀναγινώσκειν με θέλεις.
3 {1Τῷ αὐτῷ} 1 Προχεῖταί μοι τὸ δάκρυον πρὸ τοῦ λόγου καὶ τὰ σπλάγχνα δονεῖται καὶ ἡ
χεὶρ ὑποτρέμει τοῦ γράφειν καὶ ἕλκομαι πανταχόθεν καὶ φέρειν τὸ ὀδυνηρὸν οὐχ οἷός τέ εἰμι. ὤ, πῶς ἐνέγκω σου, πάτερ, πάτερ, τὰ χριστομίμητα πάθη; ὤ, πῶς οἴσω σου τὴν ὑψηλὴν καὶ ἁγίαν ταπείνωσιν; πῶς ὑπαντήσω σοι κατὰ λόγον ἀντιγράφειν; καὶ ποῖ τράπωμαι καὶ ὅθεν ἴωμαι κατάρχειν τῶν γραμμάτων; πρὸς ἐμὲ σὺ οὖν, ὦ πάτερ, τοιαῦτα γράφεις; πρὸς ἐμὲ τὸν σκώληκα καὶ βόρβορον καὶ ἄσωτον ὁ πατὴρ φωνὰς ἀφίησι πρεπούσας τέκνῳ; ἱκετικὸν ἀναλαμβάνεις σχῆμα ὁ ὀφείλων ἱκετεύεσθαι; κἀγὼ λοιπὸν ὁ τάλας τί προσφθέγξωμαι; καὶ πῶς ταπεινωθῶ τῷ δικαίῳ μου πατρί; ὅμως ἐδεξάμην σου, ὦ πάτερ, τὴν ἁγίαν ἐπιστολὴν ἐν χερσὶν ἀναξίαις ὡς θεογράφους πλάκας. ἤκουσά σου τῆς ἐγγραμμάτου φωνῆς, ὡς εἴ τις ἀκούσειεν ἀγγέλου φωνῆς ἢ ἀποστόλου, καὶ συνέτριψεν τὴν καρδίαν καὶ ἐξέβλυσεν δάκρυον καὶ ἀπεκλαυσάμην καὶ ἐθρήνησα οὐχ Ἱερεμιτικὸν θρῆνον ἐπὶ παθῶν θεοστυγέσι γεγενημένον, ἡδεῖον δέ τινα καὶ φιλοπάτριον καὶ θεῷ ὄντως χαριστήριον· αἰνέσεως γὰρ ἀληθῶς ἃ ἐπέσταλκας, πάτερ δίκαιε, ἀπογραφῆς ἄξια, τῆς εἰς θεὸν ὁλοτελοῦς σου προθέσεως γνώριμα. Τοιγαροῦν, ὦ πάτερ, ἐστήριξας ἡμῶν τὰ φρονήματα, ἐνεύρωσας ἡμῶν τὰς καρδίας· ὑπὲρ ἐλπίδα ἡ ἀνδρεία σου, ὑπὲρ προσδοκίαν ἡ παρρησία σου. ἄλλος τις ἡμῖν ὤφθης ἢ ὅσπερ ἐγνωρίζου, ὅλος ἐν θεῷ ἠλλοιωμένος· δόξα τῷ σὲ δυναμώσαντι. οὐ κατέβαλέν σε φόβος βασιλείας, οὐκ ἐχαύνωσέν σε γοητικὴ θωπεία· οὐχ εἵλω πρόσκαιρον ἀπολαύειν ἡδονήν, προκινδυνεύειν θέλων τῆς ἀληθείας τοῦ θεοῦ. ὁ ποιμὴν ὁ καλός, ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ὁ καὶ νῦν δέσμιος διὰ τῆς φρουρᾶς ὡς Χριστοῦ ἀπόστολος. ὢ τοῦ δωματίου ἐκείνου, ἐν ᾧ φέρῃ καὶ περιάγῃ ὡς τίμιον καὶ εὔχρηστον σκεῦος τῷ δεσπότῃ θεῷ. εἴθε οὖν τὸ