4
Ἐλάλει φωνῇ ἐνάρθρῳ καθ' ἡμᾶς, ἀλλὰ παρηγγυᾶτο ἐξουσίᾳ θεϊκῇ ὑπὲρ ἡμᾶς, δι' ὧν τὰ θαύματα. Ὡδοποίει γεηροῖς ποσὶ καθ' ἡμᾶς, ἀλλ' εἰς νῶτα θαλάσσης ὑπὲρ ἡμᾶς. Ἐσταυροῦτο σαρκὶ καθ' ἡμᾶς, ἀλλ' ἐτροποῦτο ἐν σταυρῷ τὰς ἐναντίας δυνάμεις ὑπὲρ ἡμᾶς· ὧν τὰ μὲν περιγραπτῆς φύσεως· τῆς καθ' ἡμᾶς γάρ· τὰ δὲ ἀπεριγράπτου, τῆς ὑπὲρ ἡμᾶς· οὐ λυμηναμένης θατέρας θάτερα τῇ οὐσιώδει συνόδῳ τὰ φυσικὰ ἰδιώματα, ἀλλ' εἴσω τῆς οἰκείας ὁροθεσίας ἑκατέρας ἑστώσης. Σὺ δὲ φεύγων τὸ περιγράφειν, ἤτοι εἰκονίζειν· ταυτὸν γὰρ ἀμφότερα, καὶ τὰς φύσεις φύρεις σὺν Ἀκεφάλοις, καὶ τὴν οἰκονομίαν ἀποσκευάσῃ σὺν Μανιχαίοις. Ἧττον ἦν σοι εἰς ἀνοίας λόγον, ἵνα τὸ ἀληθὲς εἴπω, Ἰουδαΐζειν, ἢ τὴν προσηγορίαν Χριστιανοῦ ἔχοντι κατὰ Χριστοῦ φέρεσθαι. Ὅτι ὁ μὲν οὐ προσιέμενος Θεὸν σεσωματῶσθαι, οὔτε εἰκονίζει, ἀκόλουθα ἑαυτῷ πράσσων· σὺ δὲ προσηκάμενος μὲν, μὴ εἰκονίζων δὲ, ἀνακόλουθος σεαυτῷ γίνῃ, γέλωτα ὀφλισκάνων καὶ τῷ Ἰουδαΐζοντι. Καὶ οὔπω λέγω τὴν ὕβριν, ἀλλὰ πρὸς μὲν ἐκείνους τοσοῦ96.689 τος ὁ λόγος, ὅτι μὴ δογματικῶς, ἀλλ' ἑορταστικῶς συνηθροίσθημεν. Ἡμεῖς δὲ ἔτι βραχέα προσειπόντες τῇ Παρθένῳ, καὶ ταῦτα ἐξ ὧν ὠνόμασται ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἀνελίττοντες, συμπερανοῦμεν ἐν τούτοις, εἰ καὶ ἀναξίως, τὸν λόγον.
ζʹ. Χαῖρε, Μαρία, ἤτοι μυρία, διὰ τὸ ἀπειροπληθὲς τῶν ἐγκωμίων. Μυρία γὰρ εἰπὼν περὶ σοῦ τις, οὐκ ἂν ἐφίκοιτο τῆς ἀξίας. Χαῖρε, Κυρία, ὡς τοῦ τῶν ὅλων Κυρίου μητροπρεπῶς τὴν κυρείαν εἰληφυῖα, ἧς τὰ σύμπαντα δοῦλά τις φήσας, οὐκ ἀπὸ σκοποῦ βάλλοι τὸν λόγον. Χαῖρε, σμύρνα θαλασσία, ἡ ἐν τῇ ἁλμυρᾷ τοῦ βίου ῥοπῇ τὴν σάρκα νεκροφοροῦσα τῇ ἁμαρτίᾳ, ἐξ ἧς γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ὁ λέγων ἐν Ἄσμασιν, Ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου. Χαῖρε, βάτε, τὸ πυρίπλοκον θαῦμα, ἡ κατὰ στέρησιν ἄβατος τῇ ἁμαρτίᾳ· ἐπεὶ καὶ φυτὸν ἀθιγὲς, καὶ βατὸν οὐρανὸν δεδειχυῖα γηγενέσιν ἐκ θεογονίας σου. Χαῖρε, κιβωτὲ, τὸ θεόδμητον στέγος, ἡ τοῦ νεοκτίστου κόσμου ταμία, ἀφ' ἧς ἔξεισι Χριστὸς, ὁ νέος Νῶε, πληρῶν τὸν ἄνω κόσμον τῇ ἀφθαρσίᾳ. Χαῖρε, ῥάβδος, τὸ θεόφυτον ἔρνος, ἡ μόνη πασῶν παρθένων τεκνοφόρος, ἐξ ἀσπορίας ἀνθήσασα υἱέα τὸν τῶν ἁπάντων Θεὸν καὶ ἱεράρχην. Χαῖρε, στάμνε, τὸ χρυσόπλαστον ἄγγος, ἡ παντὸς ἄγγους ἐξῳκισμένη, ἀφ' ἧς μανναδοτεῖται ἅπας ὁ κόσμος, τὸν ἐν πυρὶ τῆς Θεότητος ἐξοπτηθέντα τῆς ζωῆς ἄρτον. Χαῖρε, σκηνὴ, ὁ θεότητος πόλος, οὐρανοῦ τῶν ἀψίδων προφερεστέρα, ἀφ' ἧς αὐτοπροσώπως ὡμίλησε Θεὸς ἀνθρώποις, καὶ ἐξ ἧς εἰς τὸν κόσμον ἱλασμὸς ἐπεδήμησεν αἰώνιος. Χαῖρε, θυμιατήριον, τὸ σκεῦος τὸ χρυσόνουν, ἡ τὸν θεῖον ἄνθρακα ἔνδον φέρουσα, ἀφ' ἧς διέπνευσεν εὐωδία τοῦ Πνεύματος, τὴν μυδῶσαν φθορὰν ἐκ κόσμου ἀπελαύνουσα. Χαῖρε, τράπεζα, τὸ θεόθετον κρᾶμα ἡ πᾶσιν ἀγαθοῖς ἀρετῶν πλήθουσα μέθεξις, τῷ λέγοντι ἐν Ἄσμασιν· Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράματος. Χαῖρε, ναὲ, τὸ καθαρότευκτον Κυρίου δῶμα, περὶ οὗ φησιν ὁ ∆αβίδ· Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ· ἐξ οὗ ναουργῶν Χριστὸς ἑαυτῷ τὸ σῶμα, ναοὺς δείκνυσι τοὺς βροτοὺς Θεοῦ ζῶντος. Χαῖρε, ἁγίασμα, ἡ κρήνη ἡ θεόβρυτος ἡ πάσης ἁγιστείας ἀνάπλεως, ἐξ ἧς πρόεισι τῶν ἁγίων Ἅγιος, ὁ ἐξ ἐναγείας ἀποκαθαίρων κόσμον. Χαῖρε, τόπος Κυρίου, ἡ θεοστιβὴς γαῖα, ἡ τὸν ἔξω τούτου παντὸς τῇ Θεότητι τοπώσασα τῇ σαρκώσει, ἐξ ἧς ὁ ἁπλοῦς, σύνθετος· καὶ ὁ ἀΐδιος, ἔγχρονος· καὶ ὁ περιγραπτὸς, ὁ ἀπερίγραπτος. Χαῖρε, οἶκος Θεοῦ, ὁ θείαις ἀγλαΐαις ἐκλάμπων δόμος, οὗ τὸ ὑπέρθυρον ἀναφαίρετον τῆς ἁγνείας· ἡ πλήρης δόξης Κυρίου, καὶ τῶν πυρίνων Σεραφὶμ φωτοειδεστέρα ἐν πνεύματι. Χαῖρε, πύλη, ἡ ἀνατολόβλεπτος, ἐξ ἧς ἡ τῆς ζωῆς ἀνατολὴ τοῖς ἀνθρώποις τὴν τοῦ θανάτου δύσιν μειοῦσα· ἡ θεόδευτος βάτος, καὶ τὰς κλεῖς τῆς παρθενίας φέρουσα. 96.692 Χαῖρε, οὐρανὲ, τὸ τοῦ περικοσμίου χώρου ἐνδιαίτημα τιμιώτερον· ἡ ταῖς τῶν ἀρετῶν λαμπηδόσι κατάστερος, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν, ἡμέραν ἀδύτου