4
ἀναριθμήτους μάρτυρας ἀποτελέσας. κʹ. βʹ. δʹ. ηʹ. ιʹ. Τούτῳ τῷ ἔτει ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος ἐξ ἀπονοίας τὴν βασιλείαν ἀπέθεντο ἰδιωτικὸν ἀναλαβόμενοι σχῆμα. καὶ ∆ιοκλητιανὸς μὲν κατὰ Σάλωνα τῆς ∆ελματίας τὴν ἑαυτοῦ πόλιν ἰδιωτεύων βιοῖ, Ἐρκούλιος δὲ Μαξιμιανὸς ἐν Λυκαονίᾳ, πρότερον τὴν ἐπινίκιον ἐν Ῥώμῃ ἐπιτελέσαντες πομπήν, ἐν ᾗ προεπόμπευον μὲν Ναρσέου τῶν ὀχημάτων τὸ πλῆθος καὶ αἱ τούτου γυναῖκες καὶ παῖδες καὶ ἀδελφαί· μετὰ ταῦτα δὲ ἀναχωρήσαντες διῆγον ἐφ' ἑαυτῶν, καταστήσαντες ἀντ' αὐτῶν βασιλεύειν τῆς μὲν ἑῴας Γαλλέριον Μαξιμιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κωνστάντιον, ὃς ὀλίγῳ μέρει τῆς ἀρχῆς ἀρκούμενος λίαν ἦν ἥμερος καὶ ἀγαθὸς τὸν τρόπον, καὶ οὐδὲν αὐτῷ πρὸς τὸ ταμιεῖον ἐσπουδάζετο· μᾶλλον γὰρ τοὺς ὑπηκόους θησαυροὺς ἔχειν ἐβούλετο. καὶ τοσοῦτον ἦν ἐγκρατὴς περὶ χρημάτων κτῆσιν, ὥστε καὶ πανδήμους ἐπιτελεῖν ἑορτὰς καὶ πολλοὺς τῶν φίλων συμποσίοις τιμῶν ἠγαπᾶτο πάνυ παρὰ τῶν Γάλλων τῷ πικρῷ ∆ιοκλητιανοῦ καὶ τῷ φονικῷ Μαξιμιανοῦ τοῦ Ἐρκουλίου συγκρινόντων, ὧν ἀπηλλάγησαν δι' αὐτοῦ. οὗτος τελευτᾷ ἐν Βρεττανίαις βασιλεύσας ἔτη ιαʹ, ἀναγορεύσας ἀντ' αὐτοῦ βασιλέα Κωνσταντῖνον τὸν πρωτότοκον υἱὸν αὐτοῦ ζῶν ἔτι ἐπ' ὄψεσι παντὸς τοῦ λαοῦ, περιόντων καὶ τῶν λοιπῶν αὐτοῦ παίδων τῶν ὁμοπατρίων Κωνσταντίνου, Κωνσταντίου, φημί, καὶ Ἀναβαλλιανοῦ, τοῦ καὶ ∆αλματίου, 11 γεννηθέντων ἐκ Θεοδώρας, θυγατρὸς Ἐρκουλίου. ὁ γὰρ Κωνσταντῖνος ἐξ Ἑλένης ἦν, τῆς προτέρας γυναικὸς Κωνσταντίου. ὁ δὲ Κωνστάντιος, ὁ τούτων πατήρ, θυγατρίδης ἦν Κλαυδίου τοῦ βασιλέως, Γαλλέριος δὲ γαμβρὸς ∆ιοκλητιανοῦ ἐπὶ θυγατρὶ Βαλερίᾳ. τότε Γαλλέριος Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτόνησε καίσαρας δύο· καὶ ἐπέστησε Μαξιμιανὸν μέν, τὸν ἴδιον υἱόν, κατὰ τὴν ἑῴαν, Σευῆρον δὲ κατὰ τὴν Ἰταλίαν. οἱ δὲ ἐν Ῥώμῃ στρατιῶται ἀνηγόρευσαν Μαξέντιον, τὸν υἱὸν Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, βασιλέα. ὅθεν ὁ Ἐρκούλιος εἰς ἐπιθυμίαν πάλιν τῆς βασιλείας ἀρθεὶς ἐπεχείρησε μὲν ἀποδῦσαι τὸν ἴδιον υἱὸν Μαξέντιον, ἐπεχείρησε δὲ δόλῳ τὸν γαμβρὸν Κωνστάντιον ἀνελεῖν. ἀλλὰ τῆς μὲν πρὸς τὸν υἱὸν ἐπιχειρήσεως ὑπὸ τῶν στρατιωτῶν ἀπηλάθη, ἐν δὲ τῇ κατὰ τὸν γαμβρὸν ὑπὸ Φαύστης τῆς θυγατρὸς καταμηνυθεὶς ἀναιρεῖται κακῶς πράξας. Εὐσέβιος δὲ ὁ Καισαρεύς φησιν, ὅτι ∆ιοκλητιανὸς παράφρων γενόμενος καὶ σὺν τῷ Ἐρκουλίῳ τὴν βασιλείαν ἀποθέμενος ἰδιωτικὸν βίον ἀνέλαβεν. καὶ ὁ μὲν ἀγχόνῃ τὸν βίον μετήλλαξεν, ∆ιοκλητιανὸς δὲ νόσῳ μακρᾷ δαπανώμενος ἐμαράνθη. Γελάσιος δὲ ὁ Καισαρείας τῆς αὐτῆς ἐπίσκοπός φησιν, ὅτι μεταμεληθέντες καὶ πάλιν βασιλεῦσαι θελήσαντες ψήφῳ κοινῇ τῆς συγκλήτου ἀναιροῦνται. τούτων οὖν ἐκ μέσου γενομένων, καὶ τοῦ χριστιανόφρονος Κωνσταντίου τελευτήσαντος, τὴν βασιλείαν, ὡς προέφην, κατέσχον Κωνσταντῖνος Σεβαστὸς καὶ Μαξιμιανὸς ὁ Γαλλέριος. Κόσμου ἔτη εψϟζʹ. Τῆς θείας σαρκώσεως ἔτη ςϟζʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ αʹ. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ γʹ. Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ εʹ. Ἱεροσολύμων ἐπίσκοπος λʹ Ζάβδας ἔτη ιʹ θʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ὁ μάρτυς ἔτη ιαʹ ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Φιλόγονος ἔτη εʹ αʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος καὶ χριστιανικώτατος Ῥωμαίων ἐβασίλευσεν ἐν Γαλλίαις καὶ Βρεττανίᾳ. κατὰ τὸν αὐτὸν 12 οὖν χρόνον τέσσαρες οὗτοι συνεβασίλευον αὐτῷ, Μαξιμιανὸς ὁ Γαλλέριος σὺν δυσὶ καίσαρσι Σευήρῳ καὶ Μαξιμίνῳ, τῷ Γαλλερίου υἱῷ, καὶ Μαξεντίῳ, τῷ υἱῷ τοῦ Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ τῶν στρατιωτῶν ἀναγορευθέντι βασιλεῖ. οὗτοι ἀλλήλους ὑπερβαλεῖν ἔσπευδον εἰς τὸν κατὰ Χριστιανῶν διωγμόν. Μαξέντιος δὲ ὁ τύραννος τὴν Ῥώμην ἀνόμως βασιλεύων πάνδεινα εἰργάσατο κακά, μοιχείας τῶν ἐν τέλει γυναικῶν, φόνους καὶ ἁρπαγὰς καὶ ὅσα τούτοις ὅμοια. κατὰ δὲ τὴν ἀνατολὴν Μαξιμῖνος χείρονα διεπράττετο κακά, δύο κακῶν μεγίστων ἀνατολὴν καὶ δύσιν κληρωσαμένων καὶ τὸν