4
διαπρύσιον τοῖς Κορινθίοις ἀποφαινόμενος «"διὰ τοῦτο πολλοὶ ἀσθενεῖς ἐν ὑμῖν καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί"», ὡς οἷα δὴ τῆς ἁμαρτίας τοὺς ἑαυτῆς ἐραστὰς ἀώρως ἀποτεμνομένης καὶ παραπεμπούσης πρὸς τὴν ἀφάνειαν; τῷ ὄντι γὰρ, κατὰ τὴν ἱερὰν ἐκείνην φωνήν, "πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται καὶ καίεται". Οἶδα καὶ λαὸν δι' ἀπογραφὴν ἀπολλύμενον· ὁπηνίκα γὰρ ∆αυὶδ ἀριθμῷ τὸ ᾿Ιουδαικὸν παραδέδωκε καὶ ἀπογραφῇ τοὺς ἰθυνομένους ἐπέτρεπε καὶ κατεμετρεῖτο "λαὸς περιούσιος", παρελύπει τὸν ἐπὶ πάντων θεὸν καὶ γέγονε τοῦτο τῷ ∆αυὶδ εἰς πλημμέλημα, καὶ διὰ τοῦτο τὸ τριττὸν πάθος τῷ βασιλεῖ προσετέτακτο καὶ πρὸς ἐπιλογὴν συμφορᾶς χωρεῖν ἠναγκάζετο. ἐπεὶ δὲ ἀπαραίτητον τὸ δυστύχημα καὶ τὸ κακὸν ἐν αἱρέσεως μοίρᾳ παρείληπτο, ἄρχειν τοῦ λαοῦ κεχειροτόνηται θάνατος καὶ τὴν ἐπιστασίαν τῶν δήμων τὰ τῆς συμφορᾶς ἐπιστεύετο. "ἐξελέξατο" γάρ, φησίν, "ἑαυτῷ τὸν θάνατον ὁ ∆αυὶδ" λιμόν τε καὶ πόλεμον παρωσάμενος, «"ἐμπεσοῦμαι"» φάσκων «"εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς χεῖρας" ἐχθρῶν οὐ παγιδευθήσομαι». τὸ θυμίαμα δὲ τοῦ ᾿Ααρὼν καὶ ὁ ὑψούμενος ὄφις οὐ θανάτου κράτος διέκοπτεν; αἱ Μωσέως δὲ χεῖρες ἀπαιωρούμεναι οὐ διέσῳζον τὸν ᾿Ισραὴλ συμπλεκόμενον; οὐ πειραζομένῳ δὲ τῷ ᾿Ιὼβ οἱ υἱοί τε καὶ αἱ θυγατέρες ἀθρόᾳ τινὶ προσβολῇ τὸν ἀνθρώπινον κατεστρέψαντο βίον; οὐκοῦν οὐ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, ἀλλὰ διὰ ψυχῆς στερρότητος βάσανον τῷ ἀθλητῇ τὰ τῆς ἀτεκνίας ἐπήρχετο. τοῦ ᾿Ιεφθάε δὲ τὸ θυγάτριον οὐ διὰ τὸ σκληρὸν τῆς εὐχῆς ἀπεσφάττετο; πῶς δὲ ὁ ῎Αβελ ἀδελφοκτονεῖται, θεσπέσιε, εἴπερ ὅρους ζωῆς ὁ δολοφονηθεὶς ἐκληρώσατο; εἰ δὲ καὶ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων θανάτῳ που παραδέδοτο, τί δῆτα Κάϊν στένειν καὶ τρέμειν καταδικάζεται καὶ πρὸς ταὐτοπάθειαν διεφυλάττετο; Πῶς δὲ καὶ ὁ σπασάμενος μάχαιραν διὰ μαχαίρας διαφθαρήσεται, εἴ γε ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι; νηστεία δὲ καὶ προσευχὴ πῶς δεδύνηται ἐκ χειρὸς ῥύσασθαι θανάτου τὸν ἱκετεύοντα τῶν ὅρων τῆς ζωῆς ἀφικομένων καὶ λύσιν οὐκ ἀνεχομένων σοφίσματος; ἐντυχία δὲ θηρίων καὶ τὰ ἐκ τοῦ παρήκοντος τοῖς ἀνθρώποις συμβαίνοντα πῶς ὅρους διαφυλάττειν δυνήσονται; ὑμνολογοῦντος οὐκ ἀκήκοας τοῦ ∆αυὶδ πρὸς τὸν ἐπὶ πάντων θεὸν κεκραγότος καὶ λέγοντος «"ἀπὸ θανάτου τὴν ψυχήν μου ἐρρύσω"»; ἆρά που, ἆρα εἷς τις ὑπῆν ζωῆς ὅρος τοῖς ἀνθρώποις τοῖς ἀνὰ τὰ Σόδομα καὶ τὴν Γομόρραν οἰκήτορσιν, ἢ τῷ φαραωνίτῃ λαῷ τῷ κατὰ τὴν ᾿Ερυθρὰν θάλατταν διολωλότι ὡς ἐν συνθήματι; Εἰ δὲ καὶ "ζωὴν" αἰτοῦντα καὶ λαβόντα καὶ "μακρότητα ἡμερῶν" παρὰ τῆς γραφῆς ἔστιν εὑρεῖν, καὶ "σπέρμα ἀσεβῶν" ἐξολοθρευόμενον καὶ ὡσεὶ χόρτον καὶ "λάχανα χλόης" τῷ μαρασμῷ τὸν παρανομοῦντα παραπεμπόμενον, ποῦ σοι σχοίησαν οἱ τῆς ζωῆς ὅροι τὸ βάσιμον; οὐκ ἀκήκοας «"δίκαιος ὡς φοῖνιξ ἀνθήσει" καὶ "ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται"», «"ἔτι δὲ ὀλίγον καὶ οὐ μὴ ὑπάρξει ὁ ἁμαρτωλὸς καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕροις"», «"καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν"»; ἢ πῶς παραλειπτέον τὸ «"εἰ μὴ δι' ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονήσωσιν"», ὁ ζωῆς ὅρους περιθρυλλῶν καὶ τὰ Μωσέως ἀποσκορακίζων διδάγματα; οὐ "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν"; οὐ "παιδεύων" τὸν δίκαιον παιδεύσει ὁ κύριος μὴ παραδοὺς τῷ θανάτῳ; τίνων "ἐν ματαιότητι αἱ ἡμέραι ἐξέλιπον καὶ τὰ ἔτη μετὰ σπουδῆς"; οὐ τῶν ἀποβαλλομένων εὐσέβειαν; περὶ τίνων δέ φησιν ἡ γραφὴ «"γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι"» εἰ μὴ περὶ τῶν μὴ φοβουμένων τὸν κύριον, δι' οὗ συντελεσθῆναι πονηρίαν ἁμαρτωλῶν ὁ προφήτης "γυμνῇ τῇ κεφαλῇ" ἀνακέκραγε; τίνων "παλαιστὰς τὰς ἡμέρας" διέθετο; τὸ δὲ «"ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου"» καὶ «"μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου"» πῶς οἷόν τέ ἐστι τὴν γραφὴν νομοθετοῦσαν ἐκδέξασθαι, εἴπερ ὅροι ζωῆς ἀκινήτως ἔχοντες τὸ εὐδόχιμον