4
τοῦ Βαράμ, γυναικείαν ἐσθῆτα τούτῳ ἐξέπεμψεν καὶ ὕβρεις αἰσχράς. ιζʹ. Περὶ τῆς τυραννίδος τῆς γενομένης ὑπὸ τοῦ Βαρὰμ τῷ ῾Ορμίσδᾳ. ιηʹ. Περὶ τῶν νεωτερισθέντων ὑπὸ τῶν ᾿Αρμενίων. ιθʹ. ῞Οπως ὁ Συμβάτης καταδικασθεὶς γενέσθαι θηρίων βορὰ μετέσχε φιλανθρωπίας ὑπὸ τοῦ αὐτοκράτορος. κʹ. Θάνατος Σαράμου τοῦ Πέρσου, καὶ αὔξησις τῆς τυραννίδος Βαράμ. καʹ. ᾿Αναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων ἐπὶ τῆς βασιλείας ᾿Ιουστίνου καὶ Τιβερίου τῶν αὐτοκρατόρων. κβʹ. Περὶ τῆς ὠμότητος ῾Ορμίσδου, τοῦ Περσῶν βασιλέως. κγʹ. ᾿Αφήγησις τῆς Περσικῆς γενεαρχίας. ινδεχ.
4.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ∆ʹ
4.1 αʹ. ῞Οπως Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος. βʹ. Περὶ τῶν συγκυρησάντων κατὰ τὴν τυραννίδα Βαρὰμ τῷ Περσῶν βασιλεῖ. γʹ ῞Οπως καθαιρεῖται τῆς βασιλείας ῾Ορμίσδας. δʹ. ᾿Εκκλησία Περσῶν, ἐν ᾗ δέσμιος ῾Ορμίσδας δημηγορεῖ. εʹ. ∆ημηγορία Βινδόου τοῦ Πέρσου. ϛʹ. Σφαγὴ τοῦ παιδὸς τοῦ νεωτέρου ῾Ορμίσδου· καὶ ὅπως καὶ τὴν βασιλίδα τεμαχίσαντες ἐκτυφλοῦσιν ῾Ορμίσδαν οἱ τῆς Περσῶν πολιτείας ἐξέχοντες. ζʹ. Περὶ Καβάδου, τοῦ Περσῶν βασιλέως, καὶ πρεσβυτέρων ἱστορημάτων διήγησις. ηʹ. ᾿Αναγόρευσις Χοσρόου τοῦ νεωτέρου, τοῦ Περσῶν βασιλέως. θʹ. ῞Οπως ῾Ορμίσδας ὑπὸ Χοσρόου τοῦ παιδὸς ἀναιρεῖται. ιʹ. ᾿Επικράτεια τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου, τοῦ Περσῶν βασιλέως. ιαʹ. ῞Οπως ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγίνεται προσχωρήσας τῷ αὐτοκράτορι. ιβʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιγʹ. Περὶ Βαρὰμ τοῦ τυράννου· καὶ ὅπως ἑαυτὸν βασιλέα Περσῶν ἐχειροτόνησεν. ιδʹ. ῞Οπως ὁ αὐτοκράτωρ ἐπὶ τὴν ῾Ιερὰν πόλιν τὸν Χοσρόην μετάγει βασίλειον αὐτῷ θεραπείαν συστησάμενος. ιεʹ. Περὶ τῶν συγκυρησάντων τῷ Βαρὰμ καὶ Χοσρόῃ πρὸ τῆς ῾Ρωμαϊκῆς συμμαχίας. ιϛʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιζʹ. ῞Οπως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ, τῷ ᾿Αντιοχείας ἱεράρχῃ, πρὸς Χοσρόην ἐξέπεμψεν. ιηʹ. Περὶ τῆς δολοφονίας Βαρὰμ καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. ιθʹ. Περὶ Βινδόου τοῦ Πέρσου· καὶ ὅπως δραπετεύει Περσίδα. κʹ. ῞Οπως ἡ Μαρτυρούπολις ὑπὸ Χοσρόου ἀποδίδοται τοῖς ῾Ρωμαίοις. καʹ. ῾Εορταστικὴ ∆ομετιανοῦ, τοῦ προέδρου Μελιτηνῆς, ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεος. ινδεχ.
5.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Εʹ
5.1 αʹ. ῞Οπως ὁ Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν
κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσιν ἐπιφανέστατον Σέργιον λύσιν τῶν δυστυχημάτων αὐτῷ φιλοτιμήσασθαι. βʹ. ᾿Ανδραγαθία ῾Ροσὰν καὶ δολοφονία Ζαδεσπράτου τοῦ Πέρσου. γʹ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος. δʹ. Πρεσβεία Χοσρόου, ἐφ' ᾧ ἀποστῆναι Κομεντίολον τῆς ἡγεμονίας. εʹ. Χειροτονία Ναρσοῦ, καὶ συμμαχία ῾Ρωμαίων κατὰ τοῦ τυράννου Βαράμ. ϛʹ. Περὶ τῶν βασιλικῶν δώρων τῶν πεμφθέντων Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ τοῦ αὐτοκράτορος. ζʹ. ῞Οπως τὰς κλεῖς τοῦ ∆αρὰς ὁ Χοσρόης παραδέδωκε διὰ τοῦ πρέσβεως Μαυρικίῳ τῷ αὐτοκράτορι. ηʹ. ∆ημηγορία ∆ομετιανοῦ, τοῦ προέδρου τῆς Μελιτηνῆς. θʹ. Περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμπλοκῆς ῾Ρωμαίων τε καὶ Περσῶν Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. ιʹ. ῞Οπως οἱ βασιλικοὶ θησαυροὶ τά τε βασίλεια τῆς Περσῶν πολιτείας τῷ