“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Exegetic Commentary
Gospel According To John
Of Our
Holy Father Cyril Archbishop of Alexandria. Book I.

Exact of a truth, and God-taught is the mind of the holy Evangelists, from the splendour of their power to behold, as from some lofty mountain-spur and watch-peak, on all sides observing what is of profit to the hearers, and tracking with intent zeal whatever may seem to be of profit to those who thirst after the truth of the Divine dogmas and with good purpose search after the mind that is hidden in the Divine Scriptures. For not in those who search too curiously, and take pleasure in the many-tangled wiles of reasonings, rather than rejoice in the truth, does the Spirit make His revelation, since neither does He enter into a malicious soul, nor otherwise does He suffer His precious 'pearls to be rolled at the feet of swine. But with exceeding pleasure does He have fellowship with simpler minds, as having a more guileless motion, and shunning superfluous subtleties, whereto specially pertains the meeting with sudden fear, and from too great turning aside unto the right hand to err from the straight and royal road. For he that walketh simply walketh surely, as saith Solomon.

But while the holy Evangelists have a marvellous exactness in writing (for it is not they that speak, as the Saviour saith, but the Spirit of the Father which is in them): reasonably may one grant that the Book of John has been composed beyond all marvel, looking both to the supereminence of his thoughts, the keenness of his intellect, and the constant and close-succeeding cumulation of conceptions. For course-fellows are they one with, another in the exposition of the Divine dogmas, and loosing as it were from the starting line they course charioteers to one goal. But a diverse fashion of speech is wrought out by them, and they appear to me to resemble persons, who are ordered to come together unto one city, but care not to approach it by one and the same beaten road. Thus one may see the other Evangelists with great exactness giving the account of our Saviour's genealogy in the Flesh, and bringing down step by step those from Abraham unto Joseph, or again carrying up those from Joseph to Adam. But we find the blessed John not caring to be over-studious about these, but with a most fervent and fire-full motion of intellect endeavouring to lay hold of those very things that are above human mind, and daring to explain the unspeakable and unutterable Generation of God the Word. For he knew that the glory of God hideth speech, and greater than our idea and utterance is the God-befitting dignity, and hard to utter and most difficult of unfolding are the properties of the Divine Nature.

But since it was necessary in some sort to mete out heaven with the span, and to suffer the scant measures of human nature to approach to what is by all unattainable and hard to be explained, that the approach might not be opened out for those who teach otherwise to come against the more simple, in that no voice of the saints who have been eyewitnesses and ministers of the word held in check their ill-surmisings, keen comes he to the very essence of the Divine dogmas, crying aloud, In the beginning was the Word, and the Word, was with God and the Word was God: the Same was in the beginning with God.

But I think that those who are engaged on the Holy Scriptures ought to admit all writings that are honest and good and free from harm. For thus collecting together the varied thoughts of many and bringing them together into one scope and understanding, they will mount up to a good measure of knowledge, and imitating the bee, wise workwoman, will compact the sweet honeycomb of the Spirit.  

Some then of those of most research, say that after our Saviour's Cross and Ascension into Heaven, certain false shepherds and false teachers falling like wild beasts on the Saviour's flocks terrified them not a little, speaking out of their own heart, as it is written, and not out of the mouth of the Lord; yea rather, not merely out of their own heart, but out of the teachings of their own father, I mean the devil. For if no one can call Jesus Anathema, save in Beelzebub, how is not what we say of them clearly true? What things then are they which these men belched forth against their own head? They ignorantly and impiously affirmed that the Only-Begotten Word of God, the Eternal Light, in Whom we both move and are, was then first called into being, when He was born Man of the Holy Virgin, and taking this our common fashion, shewed Himself upon earth, as it is written, and conversed with men. On those then who are thus disposed, and who dare to slander the ineffable and eternal Generation of the Son, the word of the Prophet comes heavily, saying thus: But draw near hither, ye sons of the sorceress, the seed of the adulteress and the whore, against whom do ye sport yourselves? against whom make ye a wide mouth and draw out the tongue? not bringing forth good things out of a good heart, but spueing forth the venom of the blood-defiled dragon, of whom saith the Psalmist unto the one God That is over all: Thou brakest the heads of the dragons in the waters.

But since there was no slight disturbance in regard to these things amongst them that had believed, and the ill of the scandal thereof was consuming like a plague the souls of the simpler (for some drawn away from the true doctrines by their prattle imagined that the Word was then barely called to the beginning of Being, when He became Man), those of the believers who were wiser being assembled and met together, came to the Disciple of the Saviour (I mean this John) and declared the disease that was pressing upon the brethren, and unfolded to him the prattle of them that teach otherwise, and besought that he would both strenuously assist themselves with the illumination through the Spirit, and stretch forth a saving hand to those who were already within the devil's meshes.

The disciple grieving then over them that were lost and corrupted in mind, and at the same time thinking it most unnatural to take no forethought for those that should succeed and come after, betakes himself to making the book: and the more human side, the genealogy of the legal and natural Birth according to the flesh, he left to the other Evangelists to tell at fuller length; himself with extreme ardour and courage of soul springs upon the prattle of those who are introducing such things, saying, In The Beginning Was The Word.  

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θεοδίδακτος τῶν ἁγίων εὐαγγελιστῶν ἡ διάνοια, καθάπερ ἀπό τινος γηλόφου καὶ περιωπῆς, τῆς ἐν τῷ δύνασθαι θεωρεῖν μεγαλειότητος, πανταχόθεν τὸ τοῖς ἀκροωμένοις περιαθροῦσα χρήσιμον, καὶ μετὰ συντόνου τινὸς θηρωμένη σπουδῆς, ὅπερ ἂν ὑπάρχειν οἴηται λυσιτελὲς τοῖς τὸν ἀληθῆ τῶν θείων δογμάτων διψῶσι λόγον, καὶ μετὰ προαιρέσεως ἀγαθῆς τὴν ἐγκεκρυμμένην ταῖς θείαις γραφαῖς ἐρευνῶσι διάνοιαν. οὐ γὰρ τοῖς περιεργότερον ἐξετάζουσι, καὶ πολυπλόκοις λογισμῶν ἀπάταις ἐφηδομένοις μᾶλλον, ἢ τῇ ἀληθείᾳ προσχαίρουσιν, ἐναποκαλύπτει τὸ Πνεῦμα, ἐπεὶ μήτε “εἰς κακότεχνον εἰσέρχεται ψυχὴν,” μήτε μὴν ἄλλως κυλίεσθαι παρὰ τοῖς ὑῶν ποσὶ τοὺς τιμίους ἐφίησι μαργαρίτας: ἥδιστα δὲ λίαν ταῖς ἁπλουστέραις διανοίαις προσομιλεῖ, ἅτε δὴ καὶ ἀπανουργότερον ἐχούσαις τὸ κίνημα, καὶ τὸ σοφίζεσθαι περιττὰ παραιτουμέναις, ᾧ δὴ πάντως καὶ τὸ ἐκπλήττεσθαι συμβαίνειν ἀκολουθεῖ, καὶ τὸ ἐκ τοῦ λίαν ἐκκλίνειν εἰς δεξιὸν τῆς εὐθείας καὶ βασιλικῆς ἔξω πίπτειν ὁδοῦ. “Πορεύεται γὰρ πεποιθὼς, ὃς ἁπλῶς πορεύεται,” κατὰ τὴν τοῦ Σολομῶνος φωνήν. Θαυμαστὴν δὲ λίαν ἐχόντων τῶν ἁγίων εὐαγγελιστῶν τὴν ἐν τῷ γράφειν ἀκρίβειαν: οὐ γὰρ αὐτοὶ λαλοῦσι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς τὸ ἐν αὐτοῖς, πάντως εὐλόγως ἐπέκεινα θαύματος τὴν τοῦ Ἰωάννου συγγραφὴν ἀνατεθεῖσθαι δοίη τις ἂν, εἴς τε τὸ τῶν θεωρημάτων ἀποβλέπων ὑπερφερὲς, καὶ τῆς διανοίας αὐτοῦ τὴν ὀξύτητα, καὶ τὴν συνεχῆ καὶ ἀλλεπάλληλον τῶν νοημάτων ἐπεισφοράν. σύνδρομοι μὲν γὰρ ἀλλήλοις εἰσὶ περὶ τὴν τῶν θείων δογμάτων ἐξήγησιν, καὶ πρὸς ἕνα καθάπερ ἀπὸ νύσσης ἀφέντες ἱπποδρομοῦσι σκοπόν: διάφορον δέ πως αὐτοῖς ἐξυφαίνεται τοῦ λόγου τὸ σχῆμα, καί μοι δοκοῦσι προσεοικέναι τισὶν, οἷς εἰς μίαν συνενεχθῆναι μὲν πόλιν τὸ σύνταγμα, τὸ γεμὴν διὰ μιᾶς καὶ τῆς αὐτῆς λεωφόρου βαδίζειν οὐ πάντως συνδοκοῦν. ἔστι μὲν γὰρ τοὺς μὲν ἄλλους ὁρᾶν εὐαγγελιστὰς μετὰ πολλῆς τινος τῆς ἀκριβείας τὸν περὶ τῆς κατὰ σάρκα γενεαλογίας τοῦ Σωτῆρος ἡμῶν ποιουμένους λόγον, καὶ τοὺς ἐξ Ἁβραὰμ ἕως Ἰωσὴφ στοιχηδὸν καταφέροντας, ἢ αὖ πάλιν ἀναβιβάζοντας τοὺς ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδάμ: τὸν δέ γε μακάριον Ἰωάννην, τῆς μὲν ἐπὶ τούτοις οὐ λίαν πεφροντικότα σπουδῆς, θερμοτάτῳ δέ τινι καὶ διαπύρῳ διανοίας κινήματι κεχρημένον, ὡς αὐτῶν ἅπτεσθαι τῶν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐπιχειρεῖν, καὶ τὴν ἄῤῥητόν τε καὶ ἄφραστον τοῦ Θεοῦ Λόγου γέννησιν ἐξηγεῖσθαι τολμᾶν. ᾔδει μὲν γὰρ ὅτι “Δόξα Θεοῦ κρύπτει λόγον,” καὶ πάσης ἐστὶ μεῖζον τῆς ἐν ἡμῖν ἐννοίας τε καὶ φωνῆς τὸ θεοπρεπὲς ἀξίωμα, δυσεκφώνητά τε καὶ πρὸς τὸ ἐκτρανοῦσθαι χαλεπώτατα τὰ τῆς θείας φύσεως ἴδια. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τρόπον τινὰ σπιθαμῇ μετρῆσαι τὸν οὐρανὸν, καὶ τοῖς ὀλίγοις τῆς ἀνθρωπότητος μέτροις ἐπιτρέψαι χωρεῖν ἐπὶ τὰ πᾶσι δυσέφικτά τε καὶ δυσδιήγητα, ἵνα μὴ τοῖς ἑτεροδιδασκαλοῦσιν ὁ κατὰ τῶν ἁπλουστέρων ἐκπλατύνηται δρόμος, ὡς οὐδεμιᾶς τῶν ἁγίων φωνῆς, οἳ καὶ “αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου” γεγόνασι, ταῖς ἐκείνων παραποδιζούσης κακονοίαις, ἔρχεται δριμὺς ἐπ' αὐτὸ τῶν θείων δογμάτων τὸ κυριώτατον, “Ἐν ἀρχῇ, βοῶν, ἦν ὁ ” Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ “Λόγος: οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” χρῆναι δὲ οἶμαι τοὺς τοῖς ἱεροῖς ὁμιλοῦντας γράμμασι τοὺς παρὰ πάντων προσίεσθαι λόγους, οἵπερ ἂν εἶεν καλοί τε καὶ ἀγαθοὶ, καὶ τὸ βλάβος ἔχοντες οὐδέν: οὕτω γὰρ ἂν τὰ παρὰ τοῖς πολλοῖς ποικίλως τεθεωρημένα κατὰ ταυτὸν καταγείροντες, καὶ εἰς ἕνα συνεισφέροντες σκοπὸν καὶ νοῦν εἰς καλὸν ἀναβήσονται τῆς γνώσεως μέτρον, καὶ τὴν ἐργάτιν καὶ σοφὴν ἀπομιμούμενοι μέλιτταν, τὰ γλυκέα τοῦ Πνεύματος κηρία συμπήξειαν. φασὶ τοίνυν τῶν φιλοπονωτάτων τινὲς, ὡς μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοί τινες θηρίων ἀτιθάσων δίκην τοῖς τοῦ Σωτῆρος ἐπεισπεσόντες ποιμνίοις τεθορυβήκασιν οὐ μικρῶς, “ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, ” καὶ οὐκ ἀπὸ στόματος Κυρίου,“ μᾶλλον δὲ οὐκ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας, ἀλλ' ἐκ διδαγμάτων τοῦ οἰκείου πατρὸς, τοῦ διαβόλου δηλαδή. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν ” Ἀνά“θεμα Ἰησοῦς” εἰ μὴ ἐν βεελζεβοὺλ, πῶς οὐκ ἀληθὴς ἡμῖν ὁ περὶ τούτων ὀφθήσεται λόγος; τίνα τοίνυν ἐστὶν ἅπερ ἐκεῖνοι κατὰ τῆς οἰκείας ἠρεύγοντο κεφαλῆς; τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ φῶς τὸ ἀΐδιον, ἐν ᾧ δὴ πάντες καὶ κινούμεθα καὶ ἐσμὲν, τότε πρῶτον κεκλῆσθαι πρὸς ὕπαρξιν ἀμαθῶς τε καὶ ἀσεβῶς διϊσχυρίζοντο, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου, καὶ τὸ κοινὸν δὴ τοῦτο σχῆμα λαβὼν “ἐπὶ ” τῆς γῆς ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συν“ανεστράφη.” τοῖς μὲν οὖν τῇδε διακειμένοις, καὶ τὴν ἄῤῥητόν τε καὶ προαιώνιον τοῦ Υἱοῦ γέννησιν συκοφαντῆσαι τολμήσασιν ὁ προφητικὸς ἐπισκήπτει λόγος ἔχων ὡδί “Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν ” καὶ πόρνης: ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε “τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ” ὑμῶν;“ οὐκ ἐξ ἀγαθῆς δηλονότι καρδίας ἐκβάλλουσαν ἀγαθὰ, ἀλλὰ τὸν τοῦ μιαιφόνου δράκοντος ἰὸν ἀναπτύουσαν, περὶ οὗ φησιν ὁ μελῳδὸς, ὡς πρὸς τὸν ἕνα καὶ ἐπὶ πάντων Θεόν ” Σὺ “συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος.” Ἐπειδὴ δὲ οὐ μικρὸς περὶ τούτων ἐν τοῖς πεπιστευκόσιν ὁ θόρυβος ἦν, καὶ τὰς τῶν ἁπλουστέρων ψυχὰς λοιμοῦ δίκην τὸ ἐκ τοῦ σκανδάλου κατεβόσκετο βλάβος: ᾤοντο γὰρ ὄντως τινὲς, ταῖς παρ' ἐκείνων φλυαρίαις τῶν ἀληθῶν ἐξελκόμενοι δογμάτων, εἰς ἀρχὴν τοῦ εἶναι τότε μόλις κεκλῆσθαι τὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος: συνενεχθέντες, καὶ κατὰ ταυτὸν γενόμενοι, τῶν πιστευσάντων οἵπερ ἦσαν νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν, αὐτὸν δὲ δηλονότι τὸν Ἰωάννην φημὶ, καὶ δὴ καὶ τὴν τοῖς ἀδελφοῖς ἐπισκήψασαν ἐξήγγελον νόσον, τάς τε τῶν ἑτεροδιδασκαλούντων ἐξεκάλυπτον φλυαρίας, ἐπαμῦναί τε γοργῶς σφίσι τε αὐτοῖς παρεκάλουν ταῖς διὰ τοῦ Πνεύματος φωταγωγίαις, καὶ τοῖς ἤδη σεσαγηνευμένοις, εἴσω τε δικτύων γεγονόσι διαβολικῶν χεῖρα προτείνειν σωτήριον. ἐπαλγήσας τοίνυν τοῖς ἀπολώλοσι καὶ τὸν νοῦν κατεφθαρμένοις ὁ μαθητὴς, εἶναί τε ὁμοίως οἰηθεὶς ἀτοπώτατον τὸ μηδεμίαν τῶν ἐφεξῆς καὶ μετ' ἐκείνους ἐσομένων ποιήσασθαι πρόνοιαν, ἐπὶ τὴν τοῦ βιβλίου τρέχει συγγραφήν: καὶ τὰ μὲν, ὅσαπερ ἦν ἀνθρωπινώτερον εἰπεῖν, γενεαλογεῖν τὰ περὶ τῆς κατὰ σάρκα νομικῆς τε καὶ φυσικῆς τοῖς ἑτέροις ἐξηγεῖσθαι πλατύτερον συγκεχώρηκεν εὐαγγελισταῖς: θερμῶς δὲ λίαν αὐτὸς καὶ σφόδρα νεανικῶς ταῖς τῶν ἐκεῖνα παρεισαγόντων φλυαρίαις ἐνάλλεται λέγων: