ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ κάτω μέσον ἐστίν, ἀπὸ γὰρ αὐτοῦ πρὸς πᾶν τὸ μετέωρον ἄχρι τῆς ἄνω ἐπιφανείας πάντοθέν ἐστιν ἡ ἀπόστασις ἴση· καὶ πάντα πάλιν τὰ βαρέα πανταχόθεν φέρεται ἐπ' αὐτά· διὸ καὶ γέλωτός μοι ἐπῆλθεν ἀκούσαντι ὅτι κινουμένη ἡ ὕλη ἀτάκτως τοῦτο γὰρ αὐτῇ κατὰ φύσιν εἰς τὴν τοῦ θεοῦ ἀφίκετο χώραν, ἥ ἐστι φῶς καὶ λαμπρὸν καὶ πάντα τὰ τοιαῦτα. εἰ δὲ τὸ μὲν σῶμα τὸ δὲ ἀσώμα τον, πρῶτον μὲν ὅ ἐστιν σῶμα μόνον κινητόν ἐστιν· ἔπειτα δὲ εἰ μὲν ἄμικτά ἐστιν, χωρὶς ἑκάτερον κατὰ τὴν οἰκείαν φύσιν, εἰ δὲ μέμικται τὸ ἕτερον τῷ ἑτέρῳ, ἢ ψυχὴ ἢ νοῦς ἢ συμβεβηκὸς ἂν εἴη· οὕτω γὰρ μόνον τὰ ἀσώματα τοῖς σώμασι πάρεστι μίγνυσθαι.
9 Ἀλλὰ πῶς ἠνέχθη εἰς τὴν τοῦ θεοῦ χώραν ἢ ἐκ ποίας αἰτίας; κατὰ φύσιν μὲν γὰρ αὐτῇ τὸ κάτω καὶ τὸ σκότος, ὥς φασιν, παρὰ φύσιν δὲ τὸ ἄνω καὶ τὸ φῶς· ὥστε παρὰ φύσιν τότε γέγονεν αὐτῇ ἡ κίνη σις καὶ τοιοῦτόν τι πέπονθεν, οἷον εἰ λίθον τις ἢ βῶλον γῆς εἰς τὸ ἄνω ῥίψειεν· διὸ δὴ ὀλίγον τὰ τοιαῦτα κουφισθέντα ὑπὸ τῆς τοῦ ῥίψαντος βίας μετέωρα γεγονότα εἰς τὸν αὐτὸν καταφέρεται τόπον. τὴν οὖν ὕλην τίς ἐκούφισεν εἰς τὸν ἄνω τόπον; δι' αὑτὴν μὲν γὰρ καὶ ἐξ αὑτῆς οὐκ ἂν κινοῖτο ταύτην τὴν κίνησιν <παρὰ φύσιν> αὐτῇ ὑπάρχουσαν· δεῖ δὲ αὐτὴν ὑπομεῖναι βίαν, ἵνα εἰς τὸν ἄνω τόπον μετεω ρισθῇ, καθάπερ ὁ λίθος καὶ ἡ βῶλος. ἀλλ' ἕτερον μὲν οὐδὲν σὺν αὐτῇ ἀπολείπουσιν, τὸν θεὸν δέ. φανερὸν οὖν τὸ ἐκ τοῦ λόγου συμβαῖνον, ὅτι κατ' αὐ τοὺς ὁ θεὸς βίᾳ καὶ ἀνάγκῃ ταύτην μετέωρον ἐποίησεν ὡς αὑτόν. Καὶ μὴν εἰ κακὸν ἡ ὕλη, πάντως πού εἰσιν αὐτῆς καὶ ὀρέξεις τοιαῦται· ἔστι δὲ ἡ μὲν τοῦ κακοῦ ὄρεξις φαύλη, ἡ δὲ τοῦ καλοῦ πάνυ σπουδαία. εἰ δὲ τοῦ λαμπροῦ καὶ τοῦ φωτὸς ἐπεθύμησεν ἡ ὕλη, οὐ φαύλη ἡ ἐπιθυμία· καθάπερ οὐδὲ <εἰ> ἐν κακίᾳ τις ὢν μετὰ ταῦτά ποτε ἐπιθυμήσειεν ἀρετῆς. τοὐναντίον γὰρ ἐν ἐγκλήματι, τὸ σπουδαῖόν τινα τοῦ φαύλου εἰς ἐπιθυμίαν ἐλθεῖν· καθάπερ ἂν εἰ τὸν θεὸν φαῖεν ὀρέγεσθαι τῶν τῇ ὕλῃ προσόντων κακῶν. οὐ γὰρ δὴ τὰ τοῦ θεοῦ ἀγαθὰ τοιαῦτα ὑποληπτέον, οἷόν ἐστιν ὁ πλοῦ τος καὶ ἡ πολλὴ γῆ καὶ ὁ πολὺς χρυσός, ὧν ἐλάττων γίνεται τῷ κεκτημένῳ ἡ ἀπὸ τῶν ἀνθρώπων εἰς ἕτερον μετάστασις. ἀλλ' εἴ τινα τούτων ὅλως εἰκόνα ἐπινοῆσαι δεῖ, τὴν σοφίαν οἶμαι δικαίως ἄν τις παραβάλοι καὶ τὰς ἐπιστήμας. ὥσπερ οὖν οὔτε ἡ σοφία ἐλαττοῦται οὔτε ἡ ἐπιστήμη οὔτε οἱ αὐτὰς ἔχοντες, ἂν ἕτερος τῶν αὐτῶν μεταλάβῃ, οὕτως οὐδὲ τὸν θεὸν εὔλογον φθο νῆσαι τῇ ὕλῃ τῆς τοῦ καλοῦ ὀρέξεως-εἰ δὴ κατ' αὐτοὺς ὠρέχθη τούτου.
10 Πολὺ δὲ τοὺς μυθοποιοὺς ὑπερβεβλήκασιν τοὺς ἢ τὰ τοῦ Οὐρανοῦ αἰδοῖα τέμνοντας, ἢ τὰς ἐπιβουλὰς κατὰ τοῦ Κρόνου ὑπὸ τοῦ υἱοῦ συντιθέντας ἵνα αὐτὸς κατάσχῃ τὴν ἀρχήν, ἢ ποιοῦντας πάλιν τὸν Κρόνον τοὺς υἱοὺς καταπίνειν εἶτα διαμαρτάνοντα διὰ τῆς τοῦ λίθου εἰκόνος. πῶς γὰρ τὰ λεγόμενα ὑπ' αὐτῶν οὐ τοιαῦτα, ὅταν πόλεμον ἄντικρυς τῆς ὕλης πρὸς τὸν θεὸν ὑφηγήσωνται καὶ μηδὲ ταῦτα μέντοι δι' ὑπονοίας λέγωσιν, καθάπερ Ὅμηρος χαίρειν ποιεῖ τὸν ∆ία ἐπὶ τῷ τῶν θεῶν πολέμῳ πρὸς ἀλλήλους ἐν Ἰλιάδι, αἰνιτ τόμενος τὸ ἐξ ἀνομοίων τὸν κόσμον συγκεῖσθαι, ἡρμο σμένων πρὸς ἄλληλα καὶ νικώντων τε καὶ νικωμένων. καὶ ταῦτά μοι εἴρηται, ἐπειδὴ γιγνώσκω τοὺς τοιούτους, ἐπειδὰν ἀποδείξεων ἀπορῶσιν, ἔνι πανταχόθεν ἀπὸ τῶν ποιήσεων συμφέροντας καὶ ἀπολογίαν ταῦτα ὑπὲρ τῶν ἰδίων δοξῶν ποιουμένους. οὐκ ἂν δὲ ταῦτα ἐπε πόνθεσαν, εἰ μετά τινος φροντίδος ᾧτινι δήποτε ἐνε τύγχανον. Καὶ μὴν πάντα μὲν τὰ κακὰ ἀπὸ τοῦ θείου χοροῦ ἀπελήλαται, ὁ ζῆλος δὲ μάλιστα καὶ ὁ φθόνος· κατα λείπουσι δὲ οὗτοι αὐτὰ παρὰ τῷ
5