γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γὰρ τα νῦν περὶ τούτου ἡμῖν ὁ λόγος. Ἕνα δὲ ἐπίσημον δι δάσκαλον παραγαγὼν, ὃν καὶ αὐτὸς ὁ θεῖος Ἐπιφά νιος παρήγαγεν, ὡς συνηγοροῦντα τοῖς λόγοις αὐτοῦ, καταλείψω τοῖς ἐντυγχάνουσιν αἱρεῖσθαι τὸ ἄμεινον. Ἐφραὶμ τοίνυν ὁ Σύρος, οὐχ ὁ τυχὼν καὶ αὐτὸς τῆς 4032 εὐσεβείας διδάσκαλος, ἐν τῷ εἰς τὴν νίκην τοῦ φωτὸς λόγῳ ὧδέ φησιν· «Ἐν τῷ Ξανθικῷ δὲ τῷ φαιδρῷ σύλληψις τοῦ φαιδροῦ καρποῦ καὶ φωτός· τότε δὴ δραμὸν ὀξέως τὸ σκότος οὐκ ἴσχυσεν ἀμαυρῶσαι τὴν φωτεινὴν σύλληψιν.» Καὶ μεθ' ἕτερα· «Ἐν τῷ σπη λαίῳ γέγονεν ἡ γένεσις τοῦ φωτὸς, τοῦ τὸ ἡμέτερον σκότος διασκεδάσαντος. Καὶ τῷ μηνὶ ἐν ᾧ λείπεται τὸ σκότος ἀνέτειλεν ἡμῖν φῶς νοητὸν καὶ κινητικόν. Ὁ τῆς συλλήψεως αὐτοῦ μὴν ἡρμήνευσεν ὑμῖν τὸν τύπον, ὃν Μωϋσῆς διὰ γραμμάτων ἐμήνυσε· καὶ ὁ μὴν τῆς γενέσεως αὐτοῦ ὁμοίως ἐδήλωσεν ἡμῖν τὸ μυστηρίον.» Γεννᾶται τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς βασιλείας Αὐγούστου Καίσαρος, ἐν ὑπατείᾳ τῇ προγεγραμμένῃ, ἔτους δὲ τριακοστοῦ τρίτου Ἡρώ δου τοῦ Ἀντιπάτρου, ὑποταγῆς δὲ Αἰγύπτου τριακο στῷ ἔτει, τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων κατὰ τοὺς Πατέρας, ὅτε καὶ οἱ Μάγοι παρεγένοντο εἰς Ἱε ροσόλυμα, ζητοῦντες τὸν τεχθέντα βασιλέα, οὗ καὶ ὁ ἀστὴρ ἀπὸ Ἀνατολῶν ὡδήγησεν αὐτοὺς ἕως τῆς Ἰουδαίας. Ἐπιβάντες δὲ τῇ βασιλευούσῃ πόλει καὶ τὸν ὁδηγὸν ἀπολέσαντες, θρηνοῦντες ἠρώτων τοὺς αὐτό χθονας, γνωρίζοντες αὐτοῖς καὶ τὸν οὐράνιον ὁδηγόν. Ὅθεν ἀκούσας ὁ Ἡρώδης, δεινὸς ὢν, συνῆκεν μὴ εἶναι τὸ σημεῖον ἀνθρώπινον. Πολλῶν γὰρ, φησὶ, γεν νηθέντων ἐν Ἱερουσαλὴμ βασιλέων, ἐπ' οὐδενὶ τού των ἀστὴρ ἐφάνη ἐν τῇ Ἀνατολῇ. Ἐμπόνως οὖν ἐρωτήσας τοὺς Γραμματεῖς μανθάνει ἐκ τῆς προφητείας, ὅτι τὸν Χριστὸν ἔδει γεννηθῆναι ἐν Βηθλεέμ· καὶ λάθρα καλέσας τοὺς Μάγους ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τῆς ἐπιστολῆς τοῦ ἀστέρος, καὶ δόλῳ ἀπέστειλεν αὐτοὺς, ταξάμενος αὐτοῖς, ὡς εἰκὸς, δω ρεὰς μεγίστας, ὅπως ἐπὰν εὕρωσι τὸ παιδίον, ἀπ αγγείλωσιν αὐτῷ. Ὡς δὲ πάλιν ἐφάνη αὐτοῖς ὁ πάλαι καθοδηγῶν αὐτοὺς, μετὰ χαρᾶς μεγάλης τούτῳ ἠκο λούθησαν ἕως Βηθλεὲμ, καὶ εὑρόντες τὸν ποθούμενον Βασιλέα, καὶ προσκυνήσαντες αὐτὸν ἐν δώροις, ἐχρη ματίσθησαν ὑπὸ ἀγγέλου, καὶ δι' ἄλλης ὁδοῦ ἀνεχώ ρησαν εἰς τὴν ἰδίαν χώραν. Τότε καὶ ὁ Ἰωσὴφ, κατὰ τὸ θεῖον πρόσταγμα, φεύ γει εἰς Αἴγυπτον μετὰ τοῦ παιδίου καὶ τῆς μητέρος αὐτοῦ, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου. Συν άγονται δὲ ἐκ τῆς ἀφίξεως τῶν Μάγων καὶ τοῦ ἐμ παιγμοῦ τοῦ Ἡρώδου καὶ τῆς εἰς τὴν χώραν αὐτῶν ἐπανόδου ἔτη δύο. Τότε θυμωθεὶς ὁ Ἡρώδης τὴν μιαιφονίαν τῶν νηπίων εἰργάσατο τῷ τριακοστῷ πέμπτῳ τῆς βασιλείας αὐτοῦ ἔτει. Εὐθέως δὲ μετ ῆλθε θεήλατος ὀργὴ ἐπ' αὐτὸν, καὶ ἐν ἀῤῥωστίαις πονηραῖς ἐξεταζόμενος κατέστρεψε τὸν βίον, τριά κοντα ὀκτὼ ἔτη κρατήσας τὴν ἀρχὴν αὐτοῦ. Κατ έλιπε δὲ τέσσαρας υἱοὺς διαδόχους τῆς αὐτοῦ βασι λείας τε καὶ πονηρίας. Τότε δὴ διὰ προστάγματος 4033 Κυρίου ἐπανῆλθεν ἐξ Αἰγύπτου Ἰωσὴφ μετὰ τοῦ παι δίου καὶ τῆς μητέρος, αὐτοῦ ὄντος τετραετοῦς, καὶ κατῴκησεν εἰς Ναζαρὲτ, Ἀρχελάου τετραρχοῦντος τῆς Ἰουδαίας. Οὕτω γὰρ ἐκαλοῦντο οἱ τοῦ Ἡρώδου υἱοὶ, Ἀρχέλαος οὗτος, καὶ Ἡρώδης, καὶ Φίλιππος καὶ Λυσανίας, διὰ τὸ ἕκαστον αὐτῶν ἔχειν τέταρτον μέ ρος τῆς βασιλείας. Τῷ δὲ ὀγδόῳ ἔτει τῆς βασι λείας Ἀρχελάου, ἤρξατο ὁ Κύριος ἐν τῷ ἱερῷ διδά σκειν, ἐλθὼν ἐν μέσῳ τῶν διδασκάλων, ὢν ἐτῶν δώ δεκα κατὰ τὴν σωματικὴν ἡλικίαν. Κατελθὼν δὲ μετὰ τῶν κατὰ χάριν γονέων αὐτοῦ εἰς τὴν Ναζαρὲτ, μετὰ οὐ πολὺ ὁ Ἰωσὴφ τέλει τοῦ βίου ἐχρήσατο, νομιζόμενος ὑπὸ πάντων εἶναι πατὴρ τοῦ Κυρίου. ∆ιαρκέσας δὲ ὁ Ἀρχέλαος ἔτι ἐνιαυτὸν ἕνα κατ έλυσε τὸν βίον μὴ καταλείψας κληρονόμον. Αὔγου στος δὲ ὁ Καῖσαρ πεντήκοντα ἓξ ἥμισυ ἐνιαυτοὺς πληρώσας
5