5
Ἀθανασίου μέμφεται ἄνθρωπος τάχα μηδὲ κατάστασιν ὅλως ἐσχηκώς, εἰ δέ που καὶ ἔσχεν αὐτὸς ἀκυρώσας αὐτήν. ἐν Βηρυτῷ μὲν ἦν ἀπ' ἀρχῆς, Βηρυτὸν δὲ ἀφεὶς εἰς Νικομήδειαν ἦλθε, τὴν μὲν παρὰ νόμον ἀφείς, εἰς τὴν δὲ παρὰ νόμον ἐπιβαίνων, καὶ τὴν μὲν οἰκείαν ἀστόργως καταλελοιπώς, τὴν δὲ ἀλλοτρίαν ἀλόγως κατέχων, καὶ τῆς μὲν πρώτης τὴν στοργὴν ὑπὸ τῆς ἀλλοτρίας ἐπιθυ 6.7 μίας παριδών, τῇ δὲ δευτέρᾳ μηδὲ ἣν ὑπὸ τῆς ἐπιθυμίας ἔσχε τηρήσας. ἰδοὺ γὰρ κἀκεῖθεν ἀποστὰς ἀλλοτρίαν πάλιν κατέχει πανταχοῦ ταῖς ἀλλοτρίαις ἐποφθαλμιῶν πόλεσι καὶ ἐν πλούτῳ καὶ ἐν μεγέθει πόλεων νομίζων εἶναι τὴν εὐσέβειαν, καὶ τὸν κλῆρον τοῦ θεοῦ, καθ' ὃν ἐτάχθη τις, μηδὲν ἡγούμενος, οὐκ εἰδώς, ὅτι καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν ὁ κύριος», οὐκ ἐνθυμούμενος τὸ παρὰ τοῦ ἀποστόλου λεχθὲν ὅτι «οὐκ ἐν ἀλλοτρίοις καμάτοις καυχήσομαι», οὐ συνορῶν τὸ παρ' αὐτοῦ παράγγελμα «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν». εἰ δὲ ἐπὶ γυναικὸς τὸ ῥητόν, πόσῳ μᾶλλον ἐπὶ ἐκκλησίας καὶ τῆς αὐτῆς ἐπισκοπῆς, ᾗ ὁ συνδεθεὶς ἄλλην οὐκ ὀφείλει ζητεῖν, ἵνα μὴ καὶ μοιχὸς παρὰ ταῖς θείαις εὑρίσκηται γραφαῖς.
7.1 Ἀλλὰ καὶ τοιαῦτα ἑαυτῷ συνειδὼς τετόλμηκε τὴν κατάστασιν Ἀθανασίου τὴν ὑπὸ πάντων ἐπὶ καλοῖς μαρτυρουμένην διαβάλλειν, καὶ καθαίρεσιν ὀνειδίζειν αὐτῷ τολμᾷ καθαιρεθεὶς αὐτὸς καὶ μάρτυρα τῆς καθαιρέσεως ἔχων τὴν ἀντ' αὐτοῦ κατάστασιν. πῶς οὖν ἢ αὐτὸς ἢ Θεόγνιος ἠδύναντο καθαιρεῖν ἄλλον αὐτοὶ καθαιρεθέντες καὶ ταῖς ἀντ' 7.2 αὐτῶν καταστάσεσιν ἐλεγχόμενοι; οἴδατε γὰρ ἀκριβῶς, ὅτι Ἀμφίων μὲν ἐν Νικο μηδείᾳ, Χρηστὸς δὲ ἐν Νικαίᾳ κατεστάθησαν ἀντ' αὐτῶν διὰ τὴν οἰκείαν ἀσέβειαν καὶ τὴν πρὸς τοὺς Ἀρειομανίτας κοινωνίαν τοὺς ἀπὸ τῆς συνόδου τῆς οἰκουμενικῆς ἀποδοκι μασθέντας. κἀκείνην τὴν τῷ ὄντι σύνοδον ἀναιρεῖν θέλοντες τὴν ἑαυτῶν ἄδικον σύστασιν ὀνομάζειν σύνοδον ἐπιχειροῦσι, καὶ τὰ παρ' ἐκείνων κρατεῖν μὴ θέλοντες τὰ παρ' αὐτοῖς 7.3 κρατεῖν βούλονται, καὶ σύνοδον ὀνομάζουσιν οἱ συνόδῳ τηλικαύτῃ μὴ πειθόμενοι. οὕτως οὐ συνόδου πεφροντίκασιν, ἀλλὰ σχηματίζονται φροντίζειν, ἵνα ἀνελόντες τοὺς ὀρθο δόξους τὰ δόξαντα τῇ ἀληθεῖ καὶ μεγάλῃ συνόδῳ κατὰ τῶν Ἀρειανῶν λύσωσιν, ὧν προιστάμενοι καὶ ἀεὶ καὶ νῦν ψεύδεσθαι τολμῶσι κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου. 7.4 ὅμοια γὰρ κἀκεῖνα τοῖς νῦν, ἃ ψεύδονται, ὅτι πρὸς τὴν εἴσοδον αὐτοῦ στάσεις καὶ θρῆνοι καὶ ὀδυρμοὶ γεγόνασι τῶν λαῶν πρὸς τὴν ὑποδοχὴν αὐτοῦ δυσανασχετούντων. οὐδὲν γὰρ τοιοῦτον γέγονεν, ἀλλὰ πᾶν τοὐναντίον, χαρὰ καὶ εὐθυμία καὶ δρόμος τῶν λαῶν πρὸς τὴν εὐκταίαν αὐτοῦ θέαν ἐπειγομένων· εὐφροσύνης δὲ αἱ ἐκκλησίαι μεσταὶ καὶ 7.5 εὐχαριστίαι πρὸς τὸν κύριον ἀναφερόμεναι πανταχοῦ. λειτουργοὶ δὲ καὶ κληρικοὶ πάντες οὕτως αὐτὸν ἑωράκασιν, ὡς εὐφρανθῆναι τὰς ψυχὰς κἀκείνην τὴν ἡμέραν πασῶν εὐθυμοτέραν ἐσχηκέναι πιστεύειν. τὴν γὰρ ἡμῶν τῶν ἐπισκόπων ἀνεκλάλητον χαρὰν τί χρὴ γράφειν; προλαβόντες γὰρ εἰρήκαμεν ὡς σὺν αὐτῷ πάσχειν ἐνομίζομεν.
8.1 Τούτων τοίνυν οὕτως ὁμολογουμένων καὶ παρ' αὐτῶν ἐναντίως προφερομένων ποίαν ἔχει πίστιν ἡ παρ' αὐτῶν θρυλουμένη σύνοδος ἢ κρίσις; οἱ γὰρ οὕτως ἐπιβαίνειν τολμῶντες, οἷς οὐκ εἶδον, οἷς οὐκ ἐδίκασαν, ἐφ' οἷς οὐ συνῆλθον, καὶ γράφειν ὡς πληρο φορηθέντες, πῶς ἐφ' οἷς συνεληλυθέναι λέγουσι πιστευθῆναι δύνανται, ἀλλ' οὐ κατ' ἔχθραν 8.2 κἀκεῖνα πεποιηκέναι καὶ ταῦτα πιστευθήσονται; ποία γὰρ καὶ σύνοδος ἐπισκόπων ἦν τότε; ποῖον συνέδριον ἀληθείας ἐχόμενον; τίς τῶν πλειόνων ἐν αὐτοῖς οὐκ ἐχθρὸς ἡμέτερος ἦν; οὐ διὰ τὴν Ἀρείου μανίαν οἱ περὶ Εὐσέβιον καθ' ἡμῶν ὥρμησαν; οὐ τοὺς ἄλλους συμφρονοῦντας αὐτοῖς ἐπήγοντο; οὐκ ἀεὶ κατ' αὐτῶν ἐγράφομεν ὡς τὰ Ἀρείου 8.3 φρονούντων; οὐκ Εὐσέβιος ὁ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπὶ θυσίᾳ κατηγορεῖτο ὑπὸ τῶν σὺν ἡμῖν ὁμολογητῶν;