5
αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον 9.4 τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα τοῦ λόγου γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ' ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης δια κρίνων κατ' ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπος γενόμενος ὁ κύριος δείκνυσι τὸ μὲν κλαίειν τοῦ ἀνθρωπίνου, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν αὐτὸν καὶ διψῶντα οἶδε σωματικῶς, θεικῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ κείμενον μὲν οἶδεν ἐν μνημείῳ σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ' αὐτοῦ τοῦ λόγου.
10.1 Ταῦτα καὶ ∆ιονύσιος διδάσκων ἐν μὲν τῇ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολῇ περὶ τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ σωτῆρος διὰ Σαβέλλιον ἔγραψεν (ἀνθρω πίνως γάρ ἐστιν εἰρημένα περὶ αὐτοῦ τὸ «ἐγὼ ἡ ἄμπελος, ὁ πατὴρ ὁ γεωργὸς» καὶ τὸ «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» καὶ τὸ «ἔκτισε» καὶ «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»), οὐκ ἠγνόει δὲ τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ τὸ «ὁ ἐμὲ 10.2 ἑωρακὼς ἑώρακε τὸν πατέρα». ταῦτα γὰρ αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἔγνωμεν γράψαντα· καὶ γὰρ κἀκεῖ ταῦτα γράφων ἐμνημόνευσε τῶν ἀνθρωπίνων τοῦ κυρίου. ὥσπερ γὰρ «ἐν μορφῇ θεοῦ ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν» καὶ «πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς», οὕτως ὄντων ὑψηλῶν καὶ πλουσίων τῶν περὶ τῆς θεότητος αὐτοῦ λόγων εἰσὶ καὶ αἱ περὶ τῆς ἐνσάρκου 10.3 παρουσίας αὐτοῦ ταπειναὶ καὶ πτωχαὶ λέξεις. ὅτι δὲ ἀνθρωπίνως εἴρηται ταῦτα περὶ τοῦ σωτῆρος, σκοπεῖν ἐντεῦθεν προσήκει· ὁ μὲν γεωργὸς ξένος ἐστὶ κατ' οὐσίαν τῆς ἀμπέλου, τὰ δὲ κλήματα ὁμοούσια καὶ συγγενῆ καὶ ἀδιαίρετα τῆς ἀμπέλου τυγχάνει ὄντα καὶ μίαν ἔχει καὶ τὴν αὐτὴν γένεσιν ταῦτά τε καὶ ἡ ἄμπελος. ἔστι δέ, ὡς εἶπεν ὁ 10.4 κύριος, «αὐτὸς ἡ ἄμπελος, ἡμεῖς τὰ κλήματα». εἰ μὲν οὖν ὁμοούσιός ἐστιν ἡμῖν ὁ υἱὸς καὶ τὴν αὐτὴν ἡμῖν ἔχει γένεσιν, ἔστω κατὰ τοῦτο καὶ ὁ υἱὸς ἀλλότριος κατ' οὐσίαν τοῦ πατρός, ὥσπερ καὶ ἡ ἄμπελος τοῦ γεωργοῦ, εἰ δὲ ἄλλος ἐστὶν ὁ υἱὸς παρ' ὅ ἐσμεν ἡμεῖς, κἀκεῖνος μὲν λόγος τοῦ πατρός, ἡμεῖς δὲ ἐκ γῆς γεγόναμεν καὶ τοῦ Ἀδάμ ἐσμεν ἔκγονοι, οὐκ ὀφείλει τὸ ῥητὸν εἰς τὴν θεότητα ἀναφέρεσθαι τοῦ λόγου, ἀλλὰ λοιπὸν εἰς τὴν ἀνθρωπίνην αὐτοῦ παρουσίαν, ἐπεὶ καὶ οὕτως εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, 10.5 ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός». ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου». καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως καὶ ἡμεῖς ὁμογενῆ τὰ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ τὴν σωτηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ ἀνθρώπινον τοῦ σωτῆρος, καὶ αὐτὸς δι' αὐτοῦ τοῦ λόγου τὴν εἰς βασιλείαν ὁδὸν ἡμῖν ἡτοίμασε, καὶ «οὐδεὶς ἔρχεται πρὸς τὸν κύριον, εἰ μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσει πρὸς αὐτόν».
11.1 Ταύτην δὲ τοῦ ῥητοῦ τὴν ἑρμηνείαν ἔχοντος ἀνάγκη περὶ τῆς οὕτως λεγομένης ἀμπέλου γράφεσθαι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ «τοσούτῳ κρείττων γε νόμενος τῶν ἀγγέλων» καὶ τὸ «ἔκτισεν». ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ ἐκτίσθαι καὶ πεποιῆσθαι καὶ γεγενῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόζουσιν αἱ τοιαῦται λέξεις· ἄλλως τε οὐ μετὰ τὸ σῶμα γέγονε κρείττων τῶν ἀγγέλων, ἵνα μὴ τὸ πρὶν ἐλάττων ἢ 11.2 ἴσος αὐτῶν φαίνηται. ἀλλὰ πρὸς Ἰουδαίους γράφων καὶ τὴν ἀνθρωπίνην τοῦ κυρίου διακονίαν συγκρίνων τῇ Μωσέως ἔφησε·