5
ὑπεκρίναντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσιν, τοῦτο κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς γὰρ ὁ υἱὸς κατὰ τοὺς πατέρας ὁμοούσιος ὢν τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, ἀλλ' υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτω τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ' ἕτερον πρὸς τὸν λόγον· ἑτέρου δὲ ὄντος ἔσται κατ' αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς. οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην, ἀλλ' ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστι ανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν τῷ ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς, ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται τὸ ποίημα συν εξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσ θήκην λαμβάνειν· καὶ ἠγνόησαν, ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ' ἵνα βελτιωθῇ ὁ λόγος, προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσ θήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ σώματι προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως· ἀπὸ γὰρ θνητοῦ γέγονεν ἀθάνα τον, καὶ ψυχικὸν ὂν γέγονε πνευματικόν, καὶ ἐκ γῆς γενόμενον τὰς οὐρα νίους διέβη πύλας. ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν· ἀλλ' ἀεὶ τελεία ἐστίν, καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ εἷς θεὸς κηρύττεται ὁ τοῦ λόγου πατήρ.
10 ἐκ δὴ τούτου σιωπήσουσι λοιπὸν καὶ οἵ ποτε εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἐκ Μαρίας ἐκλήθη Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός; πῶς δὲ καὶ ὁ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; οὐκοῦν ὁμολογείτωσαν καὶ οἱ πρότερον ἀρνού μενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν, ὁ κύριός μου καὶ ὁ θεός μου. θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ὁ υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτι μαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἐκ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότισε τὴν γῆν. αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον.
11 περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ' ἕκαστον τῶν προφητῶν ἐγίνετο, οὕτω καὶ ἐφ' ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθεν, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὁ τούτου μόνος; διὰ τί δὲ καθ' ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημή σαντος; ἢ διὰ τί ἐλθόντος αὐτοῦ, ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις