Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, καὶ οὐκ ἐκπορεύει. Ἐρώτ. ιγʹ. Ἐπὶ τῆς ἁγίας Τριάδος τίς πρῶτος; Ἀπόκ. Ἐπὶ τῆς ἁγίας Τριάδος οὐδεὶς πρῶτος, καὶ οὐδεὶς ὕστερος, ἀλλ' ἅμα Πατὴρ, ἅμα Υἱὸς, ἅμα Πνεῦμα ἅγιον· καὶ διὰ τοῦτο καὶ συνάναρχοι λέγον ται, καὶ ἄναρχοι. Ἄναρχον δὲ λέγεται τὸ πρὸ τῆς ἀρχῆς ὄν. Ἄναρχος λοιπὸν ὁ Πατὴρ, ἄναρχος ὁ Υἱὸς, ἄναρχον τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ οὐχ ὁ μὲν πρῶτος, ὁ δ' ὕστερος, ἀλλ' ἅμα οἱ τρεῖς, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα ἅγιον. ∆ιὰ τοῦτο καὶ συνάναρχοι καὶ εἰσὶ καὶ ὀνομάζονται. Ἐρώτ. ιδʹ. Σαφήνισον ἡμῖν καὶ τοῦτο, πῶς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γεννᾶται ἐκ Πατρός· τοῦτο γὰρ ἐκπλήττει ἡμᾶς. Ἀπόκ. Ἐπεὶ ὁ Θεὸς ἀθεώρητός ἐστι καὶ ἀνερμή νευτος, οὐδὲ τοῦτο ἑρμηνεῦσαι δυνάμεθα. Πῶς γάρ τις ἑρμηνεῦσαι δύναται, ὃ οὐδέπω αὐτὸς ἐθεάσατο, ἢ παρ' ἄλλων ἀκήκοε πώποτε; Πλὴν ἐκ τῶν ποιημά των αὐτοῦ, φημὶ, τοῦ Λόγου καὶ Θεοῦ τυπικῶς εἴπω μεν, ὅσον τὸ κατὰ δύναμιν. Νοητέον μὲν, ὅτι, ὥσπερ ὁ λόγος τοῦ ἀνθρώπου γεννᾶται ἀπὸ τῆς ψυχῆς ἀσπόρως καὶ ἀκατανοήτως, οὕτως γεννᾶται καὶ ὁ Λόγος ἀπὸ τοῦ Πατρός. Καὶ ὡς γεννᾶται πῦρ ἐκ τοῦ πυρὸς, καὶ φῶς ἐκ τοῦ φωτὸς, οὕτως γεννᾶται ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀπὸ τοῦ Πατρός. Ἐρώτ. ιεʹ. Καὶ τὸ ἅγιον Πνεῦμα πῶς ἐκπορεύεται ἀπὸ τοῦ Πατρός; Ἀπόκ. Πρέπει σε καὶ περὶ τούτου μὴ ἐρωτᾷν. Καὶ τοῦτο γὰρ ἀνερμήνευτον. Πλὴν μάνθανε καὶ περὶ τούτου. Ὥσπερ οὖν ἡ ἀναπνοὴ τοῦ ἀνθρώπου ἐκ τῆς ψυχῆς ἐκπορεύεται, οὕτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ ὡς ἡ Εὔα οὔτε γεννητὴ οὔτε ἀγέννητος, ἀλλὰ μέσως, οὕτως καὶ τὸ ἅγιον Πνεῦμα παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ γὰρ ὁ Ἀδὰμ ἀγέννητος, ὁ δὲ Σὴθ γεννητὸς, καὶ ἡ Εὔα ἐκπορευτή. Ἡ γὰρ Εὔα οὔτε ἐγεννήθη, ὡς ἐγεννήθη ὁ Σὴθ, οὔτε ἀγέννητος ἦν, ὥσπερ ὁ Ἀδάμ· ἀλλ' ἐπορεύθη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ. Καὶ ἦν ὁ Ἀδὰμ ἀγέννητος εἰς τύπον τοῦ ἀγεννήτου Πατρός· ὁ δὲ Σὴθ γεννητὸς εἰς τύπον τοῦ γεννητοῦ Υἱοῦ· καὶ ἡ Εὔα ἐκπορευτὴ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰς τύπον τοῦ παναγίου Πνεύματος. Εἰς γὰρ τοὺς προ πάτορας ἡμῶν ἐτυπώθη ἡ ἁγία Τριάς. Ἀλλ' ὁ μὲν Ἀδὰμ, καὶ ὁ Σὴθ, καὶ ἡ Εὔα σώματα ἦσαν, καὶ χωριστοὶ ἦσαν ἀπ' ἀλλήλων· ὁ δὲ Θεὸς καὶ Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον πνεῦμα, οὔτε σώματά εἰσιν, οὔτε χωριστοί εἰσιν ἀπ' ἀλλήλων. Μόνος δὲ ὁ τύπος τῆς ἀγεννησίας τοῦ Πατρὸς θεωρεῖται εἰς τὸν ἀγέννητον Ἀδὰμ, καὶ ὁ τύπος τῆς γεννήσεως τοῦ Υἱοῦ εἰς τὸν γεννητὸν Σὴθ, καὶ ὁ τύπος τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος θεωρεῖται εἰς τὴν ἐκπορευτὴν Εὔαν. Καὶ οὕτως νόει καὶ περὶ τούτου. Ἐρώτησις ιʹ. Ἆρα χωρεῖται ὁ Θεὸς ἐν ἑνὶ τόπῳ, ἢ οὔ; Ἀπόκ. Πρόσθες τὸν νοῦν σου, καὶ νόησον, ὅτι ὁ Θεὸς φῶς ἐστιν ἀθεώρητον καὶ ἀχώρητον· οὔτε θεωρεῖται ὁ Θεὸς, οὔτε χωρεῖταί που. Καὶ ἐπεὶ οὐ χωρεῖται εἰς τὸ πᾶν, πῶς ἔνι δυνατὸν φανῆναι ἢ 788 νοηθῆναί τισιν; Οὗτινος οὐδὲ Μωσῆς ὁ θεόπτης, οὐδὲ οἱ μαθηταὶ τοῦ Λόγου αὐτοῦ ἐν τῷ τῆς μετα μορφώσεως ἐκείνου ὄρει, οὐκ ἄλλος τίς ποτε ἠδυ νήθη γυμνὴν τὴν θεότητα θεωρῆσαι· ὥστε δῆλον, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ χωρεῖται, ἀλλὰ πανταχοῦ πάρεστιν ὁ Θεός. Καὶ ταῦτα μὲν περὶ θεολογίας· ἀπάρτι δὲ ἀρξόμεθα λέξαι καὶ περὶ τῆς οἰκονομίας, ἤτοι περὶ τῆς σαρκώσεως τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ. Ἐρώτ. ιζʹ. Ἰδοὺ ἐρώτημά σοι ἐρωτῶ, σὺ δέ μοι ἀποκρίθητι. Ἐδίδαξας ἡμῖν περὶ τῆς ἁγίας Τριάδος, ὅτι ὁ Θεὸς τρισυπόστατος ἔνι, καὶ ὅτι Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Νῦν δὲ ἐρωτῶ σε· Οὗτος ὁ Χριστὸς τίς ἐστι; Περὶ τούτου θέλω μαθεῖν. Ἀπόκ. Πάντως ἤκουσας περὶ τῆς ἁγίας Τριάδος, ὅτι ἓν πρόσωπον καλεῖται Πατὴρ, τὸ δὲ ἕτερον Υἱὸς, καὶ τὸ ἄλλο πρόσωπον λέγεται Πνεῦμα ἅγιον. Ἰδοὺ λοιπὸν γίνωσκε, ὅτι οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεδύθη σάρκα ἀνθρώπου, καὶ περιεπά τησεν ὡς ἄνθρωπος ἐν τῇ γῇ. Ὠνομάσθη οὖν Χρι στὸς, διότι ἐχρίσθη, ἤτοι ἐφόρεσε τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ διὰ τοῦτο λέγεται

5