Sermo major

 πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρό

 ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ

 Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατ

 πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε

 τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσα

πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον καὶ πνευματικὴν τροφὴν παρ' αὐτοῦ διδομένην μάθωσιν. «ἃ γὰρ λελάληκα», φησίν, «ὑμῖν πνεῦμά ἐστι καὶ ζωή.» ἴσον τῷ εἰπεῖν· τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ, ἀλλ' αὐτὴ ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ' ἐμοῦ πνευματικῶς δοθήσεται τροφή, ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου. 96 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς. Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ. ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ' αὐτοῦ. 97 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·» δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀνέλαβεν ὁ κύριος. 98 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παρα-δείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζῳοποιήσῃ καὶ «ἐνκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,» ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.» 99 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ' λόγον, οὐ ἡ ἀρχή· οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες. Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι «θεὸς ὤν, ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος», καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης «αὐτοῦ» λέγεται, ἐπειδὴ ἐν αὐτῇ, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ πάσχειν, τὸ κοπιᾷν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορ-ροοῦσαν ἰᾶσθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτοῦ ἐποίει. καὶ ὁ μὲν λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας ὡς ἰδίας. αὐτοῦ γὰρ ἦν ἡ σὰρξ καὶ ἡ σὰρξ δὲ ὑπουργεῖ τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο. θεοῦ γὰρ ἦν σῶμα. 100 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομέ-νας ἀσθενείας γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου. ἀξιόπιστος γὰρ οὗτος γένοιτ' ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν καὶ διψᾷν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραιτεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ' ἑκάστου «Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί.» καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος «ὑπὲρ ἡμῶν σαρκί». καὶ ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου «σαρκὶ» καὶ λέγοντος· «εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον» καὶ τυπτομένου καὶ λαμβάνοντος «ὑπὲρ ἡμῶν σαρκί». «καὶ ὅλως πάντα τὰ τοιαῦτα «ὑπὲρ ἡμῶν σαρκί».» καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο εἴρηκε «Χριστοῦ οὖν παθόντος» οὐ θεότητι ἀλλ' «ὑπὲρ ἡμῶν σαρκί», ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ' αὐτῆς τῆς σαρκὸς ἴδια φύσει

5