πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέ 28.1592 θεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτορος συμπαγέντος τοῦ σώματος, χωρίς τινος θελήματος ἢ ἐννοήματος σαρκικοῦ· τῆς δὲ ψυχῆς ἀΰλως κτισθείσης, νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς, ὅλης τεθεαμένης σὺν τῇ σαρκὶ, ἐξ αὐτῆς ἀρχῆς, ἐκ πρώτης ὑπάρξεως, διὰ τὴν πρὸς αὐτὸν τὸν Θεὸν Λόγον ἄκραν ἕνωσιν, ἀσύγχυτον καθ' ὑπόστασιν. Ἴσος οὖν ἐστι τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττων δὲ τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα. Καὶ ὄντως ἀληθινὸς ὑπάρχει Θεὸς καὶ ἄνθρωπος· ὅμως οὐ δύο, ἀλλ' εἷς ἐστιν ὁ Χριστός· εἷς δὲ οὐ τραπεῖσα ἡ σὰρξ, ἀλλὰ ἀναληφθεῖσα εἰς τὸν Θεόν· εἷς ὁλικῶς οὐ συγχύσει οὐσιῶν, ἀλλ' ἑνώσει τὸ καθ' ὑπόστασιν. Καὶ γὰρ ὥσπερ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ὑπάρχει ἄνθρωπος, οὕτω καὶ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστιν ὁ Χριστός. Ὃς ἔπαθε τῇ σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἀπαθοῦς τῆς θεότητος μενούσης· καὶ ταφεὶς, καὶ ἀναστὰς, καὶ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς, ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός. Ἐκεῖθεν δὲ πάλιν ἐρχόμενος κρινεῖ ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσίᾳ πάντες οἱ ἀπ' αἰῶνος κεκοιμημένοι ἄνθρωποι ἀναστήσονται, λόγον ἀποδοῦναι περὶ τῶν πράξεων αὐτῶν. Καὶ οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, πορεύσονται τῷ κελεύσματι αὐτοῦ εἰς αἰώνιον ζωήν· οἱ δὲ τὰ φαῦλα πράξαντες, πορεύσονται εἰς αἰωνίους κολάσεις. Αὕτη τοίνυν ἐστὶν ἡ ὀρθόδοξος πίστις, ἣν ὁ μὴ τηρήσας ἀμώμητον, σωθῆναι οὐ δύναται.
5