ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος κατακλυσμὸς, ἥ τε πυργοποιία, καὶ ἡ διαίρεσις τῶν γλωσσῶν, καὶ ἡ διασπορὰ τῶν ἐθνῶν, καὶ ἡ ἀπὸ Χαλ δαίων ἔξοδος τοῦ Ἀβραάμ. Περιέχει δὲ καὶ τὴν κατα στροφὴν τῶν Σοδόμων, καὶ τὴν περὶ τῆς περιτομῆς νομοθεσίαν, καὶ τὸν ὅρκον τῆς ἐπαγγελίας τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ, τήν τε γέννησιν τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ, καὶ τῶν ἐξ αὐτοῦ πατριαρχῶν· καὶ ὅτι ὁ μὲν Ἀβραὰμ ἔζησεν ἔτη ρπʹ, ὁ δὲ Ἰσμαὴλ, ὁ ἐκ τῆς Ἄγαρ γεννηθεὶς, ἀπέθανεν ρλζʹ ἐτῶν· πῶς τε Ἰωσὴφ ἐπράθη παρὰ τῶν ἀδελφῶν εἰς Αἴγυπτον, καὶ συκοφαντηθεὶς παρὰ τῆς κυρίας αὐτοῦ, ἐβλήθη εἰς τὸ δεσμωτήριον, καὶ ὕστερον ἄρχων πάσης Αἰγύπτου κατ εστάθη· καὶ ἑξῆς τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ ἐν ἀριθμῷ οεʹ· καὶ ὅτι ἐκεῖ γενόμενος ὁ Ἰακὼβ, καὶ εὐλογήσας τοὺς πατριάρχας τοὺς υἱοὺς ἑαυτοῦ, ἐτελεύτησεν ἐτῶν ρμζʹ, καὶ μετ ηνέχθη τὸ σῶμα αὐτοῦ, καὶ ἐτάφη εἰς τὴν Χαναάν. Καὶ Ἰωσὴφ δὲ μετὰ τὸν γενόμενον λιμὸν ἐν Αἰγύπτῳ, ἐπιζήσας ἔτη ξʹ, ἐτελεύτησεν ἐτῶν ριʹ, ἐντει λάμενος πρότερον περὶ τῶν ὀστέων ἑαυτοῦ, ἵνα καὶ αὐτὰ μετενεχθῇ εἰς τὸ μνῆμα τῶν πατέρων. 28.297 Βιβλίον βʹ, Ἔξοδος. Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἐξόδου ὁ προῤῥηθεὶς Μωϋσῆς συνεγράψατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ' Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἔτη υλʹ τῆς ἐπαγ γελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἔτη σιεʹ τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν ἐκεῖ), καὶ μετὰ τὴν δεκάπληγον τὴν κατὰ τοῦ Φαραὼ τοῦ τυράννου τῆς Αἰγύπτου. ∆έκα γὰρ πληγὰς ἐπ ήγαγεν ὁ Θεὸς κατ' αὐτοῦ ταύτας· πρώτην, ποταμὸν εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυ νόμυιαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἕλκη, φλυκτίδας ἀναζεούσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη· ἑβδόμην, χάλαζαν καὶ πῦρ φλογίζον· ὀγδόην, ἀκρίδα· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραήλ· δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν λαὸν κατεδίωξεν ὁ Φαραὼ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ ξηρῷ τῷ ποδὶ διέβη τὴν ἐρυθρὰν θάλασσαν διαιρεθεῖ σαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν αὐτῇ τῇ θαλάσσῃ. Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννῆς καὶ Μαμ βρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ, ὕστερον δὲ, αἰσχυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ τοῦ Πάσχα νομοθεσία, ἥ τε τοῦ πικροῦ ὕδατος εἰς γλυκὺ μεταβολὴ, καὶ τῆς ὀρτυγομήτρας δόσις, καὶ ἡ ἐξ οὐρανοῦ χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἀναδοθὲν αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς πειρασμὸν καὶ λοιδόρησιν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ τοῦ σαββάτου παρατήρησις, ἥ τε ἐν τῷ ὄρει τῷ Σινᾶ θεόθεν νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο πλαξὶ λιθίναις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος, τοῦ τε ἀρχιερέως καὶ τῶν ἱερέων κατασκευὴ, ἐνταῦθα σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιὰβ ἐκ φυλῆς ∆άν. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν τάλαντα κθʹ, καὶ σίκλοι ψʹ· ἀργύρου δὲ τάλαντα ρʹ (καὶ σίκλοι #22αψοεʹ)· χαλκοῦ τάλαντα οʹ, καὶ σί κλοι βφʹ. Περιέχει δὲ τοῦτο τὸ βιβλίον τήν τε παρά βασιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησε κάτω τοῦ ὄρους, καὶ πῶς ἐτρώθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ πρὸ αὐτῶν
5