ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι' ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσ ελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου 26.856 κατ' αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον. Ἔνθα δὴ μὴ φέρων ὁ ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος, μὴ κατ' ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκή σεως· προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί· δι εβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πόνους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι. Θεοῦ δὲ προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ' αὐτὸν), τῇ ἑξῆς παραγίνεται ὁ γνώριμος, κομί ζων τοὺς ἄρτους αὐτῷ· ἀνοίξας τε τὴν θύραν, καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστά σας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν ἐπὶ τῆς γῆς. Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ. Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώνιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους, καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστά σαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα. Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος. Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς· ἀνακεί μενος δὲ ηὔχετο. Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ κραυγῆς· Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος· οὐ φεύγω τὰς παρ' ὑμῶν πληγάς. Κἂν γὰρ πλείονας ποιήσητε, οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Εἶτα καὶ ἔψαλλεν· Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμ βολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. Ὁ μὲν οὖν ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα· ὁ δὲ μισόκαλος. ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ διαῤῥηγνύμενος, ἔφη· Ὁρᾶτε ὅτι οὐ πνεύματι πορ νείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον· ἀλλὰ καὶ θρασύ νεται καθ' ἡμῶν· προσέλθωμεν ἄλλως αὐτῷ. Εὔκολον 26.857 δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα. Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι· τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμο νες, ἔδοξαν δι' αὐτῶν ἐπεισέρχεσθαι, μετασχημα τισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν· καὶ ἦν ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόν των, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπί δων, καὶ σκορπίων, καὶ λύκων. Καὶ ἕκαστον μὲν τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα. Ὁ λέων ἔβρυχε, θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν, ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπεί χετο· καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί. Ὁ δὲ Ἀντώνιος, μαστιζόμενος καὶ κεντούμενος παρ' αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ. Ἀτρέ μας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο· καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον· νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν· Εἰ δύναμίς τις ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν· ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν· γνώρισμα τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορ φάς. Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν· Εἰ δύνασθε καὶ ἐξουσίαν ἐλάβετε κατ' ἐμοῦ, μὴ μέλλετε, ἀλλ' ἐπί βητε· εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε; Σφρα γὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν Κύριον ἡμῶν πίστις. Πολλὰ τοίνυν ἐπιχειρήσαντες, ἔτριζον κατ' αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον. 26.860 Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ
5