σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγων ἦς πι στὸς, ἐπὶ πολλῶν σε καταστήσω. Τὸ δὲ ῥητὸν, εἰ καὶ ἐπὶ τῶν δωρεῶν ἀνάγεται, ἀλλ' ὅμως ἐνταῦθα νοείσθω, ὡς Ὅτι ἐνίκησας τὸν ἔνυλον πόλεμον, καὶ κατὰ τοῦ ἀΰλου δὲ τρόπαιον πήξεις, ἐμοῦ ὑπερασπί ζοντός σου. Γνώτωσαν τὸ μέγεθος τῆς πίστεως αἱ ὑπὸ τοῦ θεράποντός μου Παύλου ῥηθεῖσαι ἀρχαὶ καὶ ἐξου σίαι· νικήσας γὰρ τὰς ἐναντίας δυνάμεις, προσομι λήσεις καὶ ταῖς κρείττοσιν. Οὕτως μὲν οὖν καθ' ἑαυτὴν ἀναχωροῦσα, τῶν ἀγαθῶν ἔργων τελεσιουργὸς ἐγίνετο. Τοῦ δὲ χρόνου προϊόντος, καὶ τῶν ἀρετῶν αὐτῆς ἀνθουσῶν, ἡ εὐωδία τῶν εὐκλεεστάτων αὐτῆς πόνων εἰς πολλοὺς διέβαι νεν· Οὐδὲν γὰρ, φησὶ, κρυπτὸν ὃ οὐ φανερωθήσε ται. Οἶδε γὰρ ὁ Θεὸς τοὺς αὐτὸν ἀγαπῶντας καὶ δι' ἑαυτοῦ κηρύττειν πρὸς διόρθωσιν τῶν ἀκουόντων. Τότε μὲν οὖν τῇ βουλήσει τοῦ κρείττονος ἤρξαντό τι νες παραβάλλειν, καὶ πρὸς οἰκοδομὴν οἰκείαν τὰς ἐν τεύξεις ποιεῖσθαι· καὶ γὰρ διὰ τῶν λόγων τὰ τοῦ βίου αὐτῆς ἐμπορευόμεναι ἐπὶ πλέον προσήγγιζον, ὠφελεῖσθαι βουλόμεναι. Κατὰ γὰρ τὴν συνήθη ἀκολουθίαν ἐπυνθάνοντο αὐτῆς λέγουσαι· Πῶς δεῖ σωθῆ ναι; ἡ δὲ, στενάξασα βαρὺ, καὶ δακρύων πλῆθος ἀφεῖσα, εἰς ἑαυτὴν ἐχώρει, καὶ ὥσπερ διὰ τῶν δα κρύων τὴν ἀπόκρισιν ποιησαμένη, δευτέραν σιωπὴν ἤσκει. Αἱ δὲ, συνελθοῦσαι, ἐβιάζοντο λαλεῖν αὐτὴν τὰ μεγαλεῖα τοῦ Θεοῦ· καὶ γὰρ ἐθαύμαζον ὑπὸ μόνης τῆς θέας καταπληττόμεναι· καὶ αὖθις παρεκάλουν αὐτὴν φθέγξασθαι. Ἐπὶ πολὺ δὲ τῆς μακαρίας ἐκβια ζομένης, μετὰ χρόνον ἱκανὸν, πολλῆς ἡσυχίας γενο μένης, ταπεινῇ τῇ φωνῇ τὸ γραφικὸν ἐκεῖνο ἔφη ῥῆμα τό· Μὴ ἐκβιάζου πένητα· πτωχὸς γάρ ἐστιν. Αἱ δὲ παροῦσαι ἀσμένως τὸ ῥῆμα δεξάμεναι, ὥσπερ μέλιτος καὶ κηρίου ἀπογευσάμεναι, ἐπὶ πλεῖον τῆς ἐρωτήσεως εἴχοντο· καὶ λοιπὸν διὰ τῶν γραφικῶν 28.1500 αὐτὴν ῥημάτων ἐπεφόρτιζον· ἔλεγον γὰρ πρὸς αὐτὴν, ὡς ∆ωρεὰν ἔλαβες, δωρεὰν δός. Καί φησιν· Ὅρα μὴ τὴν κρυψοτάλαντον ἀντὶ τοῦ δούλου ἀποτίσῃς δί κην. Ἡ δὲ πρὸς αὐτοὺς εἶπεν· Τί οὕτως περὶ ἐμοῦ τῆς ἁμαρτωλοῦ φαντάζεσθε, ὡς πραττούσης τι ἢ λεγούσης; Κοινὸν ἔχομεν διδάσκαλον τὸν Κύριον· ἐκ τῆς αὐτῆς πηγῆς ἀρυόμεθα τὰ πνευματικὰ νάματα· ἐκ τῶν αὐτῶν δὲ μαζῶν γαλακτοτροφούμεθα, τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς ∆ιαθήκης. Αἱ δὲ πρὸς αὐ τήν φασιν· Οἴδαμεν καὶ ἡμεῖς, ὅτι μία ἐστὶν ἡμῶν παιδαγωγὸς, ἡ Γραφὴ, καὶ ὁ αὐτὸς διδάσκαλος· ἀλλ' αὐτῇ ἐπαγρύπνῳ σπουδῇ προέκοψας ταῖς ἀρεταῖς· καὶ δέον τὰς ἐν ἕξει τῶν καλῶν γενομένας, ὡς δυνα τωτέρας, ἐπιπράττειν τοῖς μειρακίοις· καὶ γὰρ ὁ κοινὸς ἡμῶν διδάσκαλος τοῦτο παρακελεύεται. Ἡ δὲ μακαρία, ταῦτα ἀκούσασα, ὥσπερ τὰ ὑποτίτθια βρέφη, ἐκλαυθμύριζεν. Αἱ δὲ συνελθοῦσαι· ἐν δευ τέρῳ θέμεναι τὴν ἐρώτησιν, παρεκάλουν αὐτὴν τοῦ κλαυθμοῦ παύσασθαι. Καὶ ὡς ἡσύχασεν, ἐπιπολὺ πάλιν ἡσυχία ἐγένετο. Ἤρξαντο δὲ αὖθις παρακα λεῖν αὐτήν. Ἡ δὲ, σπλαγχνισθεῖσα, καὶ γνοῦσα, ὅτι τὰ λεγόμενα οὐ νέμει αὐτῇ ἔπαινον, ταῖς δὲ παρού σαις κατασπείρει ὠφέλειαν, ἤρξατο λέγειν πρὸς αὐτὰς οὕτως· Τεκνία, πάντες καὶ πᾶσαι τὸ σωθῆναι οἴδα μεν, ἀλλὰ διὰ τῆς οἰκείας ἀμελείας τῆς σωτηρίας ἀπολειπόμεθα. ∆εῖ γὰρ πρῶτον τὰ διὰ τῆς χάριτος τοῦ Κυρίου γνωρισθέντα φυλάττειν. Εἰσὶ δὲ ταῦτα· Ἀγαπήσεις τὸν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐκ τούτων ἡ ἀρχὴ τοῦ νόμου φυλάττεται, καὶ ἐν τούτῳ τὸ πλήρωμα τῆς χάριτος ἐπαναπαύεται. Βρα χεῖα μὲν τοῦ λόγου ἡ ἐκφώνησις, ἀλλὰ πολλὴ καὶ ἄπειρος ἡ ἐν τούτῳ τούτου δύναμις. Πάντα γὰρ τὰ ψυχωφελῆ ἐκ τούτων ἤρτηνται· καὶ μαρτυρεῖ Παῦ λος, λέγων ὡς
5