1

 2

 3

 4

 5

5

τοῦ Πνεύματος πηγαζούσης, οὐχ ὑπέχεις τὰς ἀκοὰς μετ' εὐφροσύνης; οὐκ εὐχαρίστως ὑποδέχῃ τὴν ὠφέλειαν; Ἀλλὰ δάκνει σε ὁ κρότος τῶν ἀκουόντων, καὶ ἐβουλήθης ἂν μήτε τὸν ὠφελούμενον εἶναι, μήτε τὸν ἐπαινοῦντα. Τίνα ταῦτα ἀπολογίαν ἕξει ἐπὶ τοῦ κριτοῦ τῶν καρδιῶν ἡμῶν; Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν· τὸν δὲ ὑπερανθοῦντα τῷ πλούτῳ, καὶ δυναστείᾳ μέγα φρονοῦντα, καὶ εὐεξίᾳ σώματος, καὶ καλῶς μὲν κεχρημένον οἷς ἔχει, ἀγαπᾷν καὶ περιέπειν, ὡς κοινὰ τὰ τοῦ βίου ὄργανα κεκτημένον, εἴπερ δὴ ταῦτα κατὰ τὸν ὀρθὸν λόγον μεταχειρίζοιτο· ὡς τῇ μὲν τῶν χρημάτων χορηγίᾳ ἄφθονος εἶναι τοῖς δεομένοις, τῷ σώματι δὲ ὑπηρεσίαν παρέχειν τοῖς ἀσθενοῦσι· πᾶσαν δὲ τὴν λοιπὴν περιουσίαν οὐ μᾶλλον ἑαυτοῦ νομίζειν, ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιδεομένων· τὸν δὲ μὴ οὕτω πρὸς ταῦτα διακείμενον ἄθλιον τίθεσθαι μᾶλλον ἢ ἐπίφθονον, εἰ μείζονας ἔχει πρὸς τὸ κακὸς εἶναι τὰς ἀφορμάς. Τοῦτο γάρ ἐστιν ἐκ πλείονος τῆς παρασκευῆς καὶ πραγματείας ἀπόλλυσθαι. Εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτῶν ὠφελείας ἅπασι προκειμένης· πλὴν εἰ μή τις ἄρα τῇ περιουσίᾳ τῆς πονηρίας καὶ ἑαυτῷ βασκαίνοι τῶν ἀγαθῶν. Ὅλως δὲ, ὑπερκύψας τῷ λογισμῷ τὰ ἀνθρώπινα, καὶ πρὸς τὸ ὄντως καλὸν καὶ ἐπαινετὸν ἀπιδὼν, πολλοῦ ἄν τι δέοις τῶν φθαρτῶν καὶ γηΐνων μακαριστὸν κρῖναι καὶ ζηλωτόν.

Οὕτω δὲ ἔχοντι, καὶ μὴ ὡς ἐπὶ μεγάλοις ἐκπεπληγμένῳ τοῖς κοσμικοῖς, ἀμήχανόν ποτε παραγενέσθαι τὸν φθόνον, Εἰ δὲ πάντως δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ διὰ τοῦτο οὐκ ἀνέχῃ δεύτερος 31.385 εἶναι (ἔστι γὰρ οὖν δὴ καὶ τοῦτο πρὸς τὸ φθονεῖν ἀφορμή), σὺ δὲ ἐπὶ τὴν κτῆσιν τῆς ἀρετῆς, ὥσπερ τι ῥεῦμα, μετάθες σεαυτοῦ τὸ φιλότιμον. Μὴ γὰρ πάντως πλουτεῖν ἐκ παντὸς τρόπου βούλου, μηδὲ εὐδόκιμος εἶναι ἐκ τῶν τοῦ κόσμου πραγμάτων. Οὐ γὰρ ἐπὶ σοὶ ταῦτα· ἀλλὰ δίκαιος ἔσο, καὶ σώφρων, καὶ φρόνιμος, καὶ ἀνδρεῖος, καὶ ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἡ μὲν γὰρ ἀρετὴ ἐφ' ἡμῖν, καὶ δυνατὴ κτηθῆναι τῷ φιλοπόνῳ· ἡ δὲ τῶν χρημάτων περιβολὴ, καὶ ὥρα σώματος, καὶ ὄγκος ἀξιωμάτων, οὐκ ἐφ' ἡμῖν. Εἰ τοίνυν καὶ μεῖζον ἀγαθὸν ἡ ἀρετὴ καὶ διαρκέστερον, καὶ ὁμολογουμένην παρὰ πάντων ἔχουσα τὴν προτίμησιν, ταύτην ἡμῖν διωκτέον· ἣν ἐγγενέσθαι τῇ ψυχῇ, ἀπό τε τῶν ἄλλων παθῶν καὶ μάλιστα δὴ πάντων ἀπὸ τῆς βασκανίας μὴ καθαρευούσῃ, ἀμήχανον. Οὐχ ὁρᾷς ἡλίκον κακὸν ἡ ὑπόκρισις; Καὶ αὕτη καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς ἀνθρώποις ἐγγίνεται, ὅταν, τὸ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύωσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν· κατὰ τὰς ὑφάλους πέτρας, αἳ, βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Εἰ τοίνυν καὶ θάνατος ἡμῖν ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς ἐπεῤῥύη, ἀγαθῶν ἔκπτωσις, Θεοῦ ἀλλοτρίωσις, θεσμῶν σύγχυσις, καὶ ἀνατροπὴ πάντων ὁμοῦ τῶν κα-τὰ τὸν βίον καλῶν· πεισθῶμεν τῷ Ἀποστόλῳ, καὶ Μὴ γενώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες· ἀλλὰ μᾶλλον χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὡς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.