μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον 1.5.13.3 οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου. Πάλιν οὖν αὐτοὺς παιδία καλεῖ· φησὶ γὰρ παιδία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Αὖθίς τε παιδίοις ὁμοιοῖ τὴν βασιλείαν τῶν οὐρανῶν ἐν ἀγοραῖς καθημένοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε, καὶ ὅσα ἄλλα 1.5.13.4 τούτοις οἰκείως ἐπήγαγεν. Καὶ οὔτί γε μόνον τὸ εὐαγγέλιον ταύτῃ φρονεῖ, ὁμοδοξεῖ δὲ αὐτῷ καὶ ἡ προφητεία. Λέγει γοῦν ∆αβὶδ αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου. Λέγει δὲ καὶ διὰ Ἡσαΐου ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδω1.5.14.1 κεν ὁ θεός. Θαυμάζεις ἀκούειν τοὺς ἄνδρας τοὺς ἐν ἔθνεσι παῖδας παρὰ κυρίῳ; Οὔ μοι δοκεῖς Ἀττικῆς ἐπαΐειν φωνῆς, παρ' ἧς ἔστιν ἐκμαθεῖν τὰς καλὰς καὶ ὡραίας, ἔτι δὲ καὶ ἐλευθέρας νεάνιδας παιδίσκας καλουμένας, παιδισκάρια δὲ τὰς δούλας, καὶ νεάνιδας δὲ καὶ αὐτάς, πρὸς τὸ εὐθαλὲς τῆς 1.5.14.2 παιδικῆς ἡλικίας ὑποκοριστικῶς τιμωμένας. Καὶ τὰ ἀρνία δέ μου, ὅταν λέγῃ, στήτω ἐκ δεξιῶν, τοὺς ἀφελεῖς αἰνίττεται, παῖδας ὡς ἄρνας, οὐκ ἄνδρας ὡς πρόβατα ὄντας κατὰ γένος, τὰ δὲ ἀρνία προνομίας ἠξίωσεν, τὴν ἐν ἀνθρώποις ἁπαλότητα καὶ ἁπλότητα τῆς διανοίας, τὴν ἀκακίαν, προτιμῶν. Αὖθίς τε 1.5.14.3 ὅταν φῇ ὡς μοσχάρια γαλαθηνά, ἡμᾶς πάλιν ἀλληγορεῖ, καὶ ὡς περιστερὰν ἄκακον καὶ ἄχολον, πάλιν ἡμᾶς. Νεοττούς τε ἔτι δύο περιστερῶν ἢ τρυγόνων ζεῦγος ὑπὲρ ἁμαρτίας κελεύει διὰ Μωσέως προσφέρεσθαι, τὸ ἀναμάρτητον τῶν ἁπαλῶν καὶ ἄκακον καὶ ἀμνησίκακον τῶν νεοττῶν εὐπρόσδεκτον εἶναι λέγων τῷ θεῷ καὶ τὸ ὅμοιον τοῦ ὁμοίου καθάρσιον ὑφηγούμενος· ἀλλὰ καὶ τὸ δειλὸν τῶν τρυγόνων τὴν πρὸς τὰς 1.5.14.4 ἁμαρτίας εὐλάβειαν ὑποτυποῦται. Ὅτι δὲ ἡμᾶς τοὺς νεοττοὺς λέγει, μάρτυς ἡ γραφή· Ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, θαυ1.5.14.5 μαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν. Πῇ μὲν γὰρ παῖδας ἡμᾶς καλεῖ, πῇ δὲ νεοττούς, ἔσθ' ὅτε δὲ νηπίους, υἱοὺς δὲ ἀλλαχόθι καὶ τέκνα πολλάκις καὶ λαὸν νέον καὶ λαὸν καινόν· τοῖς δὲ δούλοις μου, φησί, κληθήσεται ὄνομα καινόν, νέον 1.5.15.1 ὄνομα λέγει τὸ καινὸν καὶ ἀίδιον, ἄχραντον καὶ ἁπλοῦν καὶ νήπιον καὶ ἀληθινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς, ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ 1.5.15.2 κοσμικά. Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, καὶ αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Οὐκ ἤρκει τὸ πῶλον εἰρηκέναι μόνον, ἀλλὰ καὶ τὸ νέον προσέθηκεν αὐτῷ, τὴν ἐν Χριστῷ νεολαίαν τῆς ἀνθρωπότητος καὶ ἀγήρω μετὰ ἁπλότητος ἀιδιότητα ἐμφαίνων. 1.5.15.3 Τοιούτους δὲ ἡμᾶς νέους πώλους τοὺς νηπίους ὁ θεῖος ἡμῶν πωλοδάμνης ἀνατρέφει. Εἰ δὲ καὶ ὄνος εἴη ὁ νέος ἐν τῇ γραφῇ, πλὴν ἀλλὰ πῶλος ὄνος καὶ οὗτος. Καὶ τὸν πῶλον, φησί, προσέδησεν ἀμπέλῳ, τὸν ἁπλοῦν τοῦτον καὶ νήπιον λαὸν τῷ λόγῳ προσδήσας, ὃν ἄμπελον ἀλληγορεῖ· φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι. 1.5.15.4 Ὡς δὲ καὶ ἄρνας ἡμᾶς λέγει, ἐχέγγυος μάρτυς διὰ Ἡσαΐου τὸ πνεῦμα· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συλλέξει ἄρνας, τὸ ἔτι ἁπαλώτερον τῶν