5
δικαίου θεοῦ φιλία πολύ σε ὀνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.
Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα, πάλιν τῷ πλήθει προσεμβλέψας εἶπεν· Καὶ ὑμεῖς δέ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ ἀληθείας κατὰ πάντα ὑπείξατε, τοῦτ' εἰδότες ὅτι ὁ τοῦτον λυπήσας Χριστόν, οὗ τὴν καθέδραν πεπίστευται; οὐκ ἐδέξατο, καὶ ὁ Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται, διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται. οὗ εἵνεκεν πειρᾶσθε κατὰ πάσας συνόδους ἔρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε. διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε, τοῦτ' εἰδότες ὅτι δι' ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ. ὑμεῖς οὖν πειρᾶσθε τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε. ἔνια δὲ καὶ ἀφ' ἑαυτῶν νοεῖν ὀφείλετε διὰ τὸ αὐτὸν μὴ δύνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς, οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν· Τῷδε μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, πιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σóζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μένει οἷς αὐτὸς ἐχθραίνει καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὢν μεθ' ὑμῶν, καθ' ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.
Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν. καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· Ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συνπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα (ὡς ἐμοὶ ὀφείλεται) ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν καὶ ὡς ἀπ' ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ' ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων, ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν ὡς προεῖπον δηλῶσαι μὴ ὀκνήσῃς. οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ' ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν· πλάνος γὰρ ὁμιλία τῶν ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς. Ὅθεν ἐγώ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι προγραφέντων καὶ ὑπ' αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι ὥσπερ σημείου χάριν καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψαντα· Κλήμεντος τῶν Πέτρου ἐπιδημίων κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέναι ὡς ἐκελεύσθην ἄρξομαι.