5
καὶ παρατρέπει τῆς πίστεως τοὺς ἐλαφρούς; Τί γὰρ σοὶ καὶ λείπει ἐν τῷ Νόμῳ τοῦ Θεοῦ, ἵνα ἐπ' ἐκεῖνα τὰ ἐθνόμυθα ὁρμήσῃς; Eἴτε γὰρ ἱστορικὰ θέλεις διέρχεσθαι, ἔχεις τὰς Βασιλείους· εἴτε σοφιστικὰ καὶ ποιητικά, ἔχεις τοὺς Προ φήτας, τὸν Ἰώβ, τὸν Παροιμιαστήν, ἐν οἷς πάσης ποιήσεως καὶ σοφιστείας πλείονα ἀγχίνοιαν εὑρήσεις, ὅτι Κυρίου τοῦ μόνου σοφοῦ Θεοῦ φθογγαί εἰσιν. Eἴτε σματικῶν ὀρέγῃ, ἔχεις τοὺς Ψαλμούς· εἴτε ἀρχαιογονίας, ἔχεις τὴν Γένεσιν· εἴτε νομίμων καὶ παραγγελιῶν, τὸν ἔνδοξον Κυρίου τοῦ Θεοῦ Νόμον. Πάντων οὖν τῶν ἀλλοτρίων καὶ διαβολικῶν ἰσχυρῶς ἀπόσχου. Πλὴν καὶ τὸν Νόμον ἀναγινώσκων τῶν ἐν αὐτῷ ἐπεισάκτων ἀπόσχου, εἰ καὶ μὴ πάντων, ἀλλά τινων τῶν τῆς δευτερώσεως· μόνον δὲ πρὸς ἱστορίαν ἀναγίνωσκε, εἰς τὸ γινώσκειν σε καὶ δοξάζειν τὸν Θεόν, ὅτι ἀπὸ τοιούτων καὶ τοσούτων ἐρρύσατό σε δεσμῶν. Ἔστω δέ σοι πρὸ ὀφθαλμῶν γινώσκειν, τί νόμος φυσικὸς καὶ τί τὰ τῆς δευ τερώσεως τά τε ἐν τῇ ἐρήμῳ τοῖς μοσχοποιήσασι δοθέντα ἐπείσακτα. Νόμος γάρ ἐστιν, ἃ ἐλάλησεν Κύριος ὁ Θεὸς πρὸ τοῦ τὸν λαὸν εἰδωλολατρῆσαι, τοῦτ' ἔστιν ἡ δεκάλογος· ἃ δὲ ἁμαρτήσασιν αὐτοῖς ἐπετέθη δεσμά, σὺ ἑαυτῷ μὴ ἐπισπάσῃ. Ὁ γὰρ σωτὴρ ἡμῶν οὐ δι' ἕτερόν τι ἦλθεν, ἢ ἵνα πληρώσῃ τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὰ δεσμὰ τῆς δευτερώσεως τῶν ἐπεισάκτων ἢ παύσῃ ἢ μεταθῇ· διὰ γὰρ τοῦτο προσκαλούμενος ἡμᾶς ἔλεγεν· «∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Σὺ οὖν, ἀναγνοὺς τὸν Νόμον σύμφωνον ὄντα τῷ Eὐαγ γελίῳ καὶ τοῖς Προφήταις, ἀναγίνωσκε καὶ τὰς Βασιλείους, ὅπως εἰδέναι ἔχοις, ὁπόσοι δίκαιοι ἐγένοντο βασιλεῖς καὶ ηὐξήθησαν ὑπὸ θεοῦ, καὶ ἡ ἐπαγγελία τῆς αἰωνίου ζωῆς αὐτοῖς διέμεινεν παρ' αὐτῷ, ὅσοι δὲ βασιλεῖς ἐξεπόρνευσαν ἀπὸ Θεοῦ, ἐν ἀποστασίᾳ αὐτῶν συντόμως ἀπώλοντο τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ καὶ τῆς αὐτοῦ ζωῆς ἐστερήθησαν, ἀντὶ ἀναπαύσεως αἰωνίαν κόλασιν κληρωσάμενοι. Ταῦτα οὖν ἀναγινώσκων, πολὺ τῇ πίστει αὐξηθεὶς προσοικοδομηθήσῃ Χριστῷ, οὗ σῶμα καὶ μέλος τυγχάνεις. Περιπατῶν δὲ ἐν τῇ ἀγορᾷ καὶ λούσασθαι βουλόμενος, χρήσῃ βαλανείῳ ἀνδρείῳ, ἵνα μὴ διὰ τὸ ἐπιδεικνύναι σε σῶμα ἐν ἀσχήμῳ ἀποκαλύψει γυναιξὶν ἢ θεάσασθαι θέαν οὐχ ἁρμόζουσαν ἀνδράσιν ἢ σὺ παγιδευθῇς ἢ παγιδεύσῃς ἐπὶ σαυτῷ. Φυλάσσου οὖν τὰ τοιαῦτα, ἵνα μὴ λάβῃς βρόχους τῇ ἑαυτοῦ ψυχῇ. Μάθωμεν γάρ, τί λέγει ἐν τῇ Σοφίᾳ ὁ ἅγιος λόγος·