διερμηνεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετατίθησιν. Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι διὰ τῆς τοῦ ἐλλείποντος προσθήκης. Ὁ δὲ Μωσαϊκὸς τῷ εὐαγγελικῷ γίνεται τὰ πρὸς τὸν Θεόν· τῷ γὰρ εὐαγγελικῷ αἱ ἀφορμαὶ τῆς θεοσεβείας ἐκ τοῦ Μωσαϊκοῦ γεγόνασι. Μωσῆς δὲ, φησὶν, ἦν ἐτῶν πʹ, ὅτε ἐλάλησε πρὸς Φαραώ. Ἀαρὼν δὲ πγʹ ἦν ἐτῶν· κατὰ χρόνον μὲν γὰρ ὁ πρῶτος ὁ Ἀαρών. Ἐπεὶ καὶ ἡ εὐαγγελικὴ πολιτεία πρὸ τῆς νομικῆς ἐν Ἀβραὰμ, καὶ τοῖς κατ' ἐκεῖνον, ἐφάνη. Κατὰ δὲ τὴν ἀποστολὴν καὶ διακονίαν, δεύτερος, ἐπεὶ καὶ τὸ εὐαγ 77.1188 γέλιον ὕστερον τοῦ νόμου δέδοται. Ὑπερέχει δὲ Τριάδι ἐτῶν ὁ Ἀαρὼν, ἐπεὶ καὶ ὁ Χριστὸς κατὰ τὴν θεότητα. Καὶ ἑτέρως δὲ πρεσβύτερος μὲν ὁ Χριστὸς, κατὰ τὴν θεότητα· ὑστερογενέστερος δὲ κατὰ τὴν ἀνθρωπότητα καὶ οἰκονομίαν. Ἀποπεσοῦσα τῆς χειρὸς τοῦ Μωσέως ἡ ῥάβδος, καὶ εἰς ὄφιν μετασχηματισθεῖσα, καὶ πάλιν ἐν χειρὶ αὐτοῦ ληφθεῖσα τῆς κέρκου, καὶ εἰς ῥάβδον ἀποκαταστᾶσα, ἐσήμανεν, ὡς ὁ πρωτόπλαστος ἐν χειρὶ Θεοῦ κατ' ἀρχὰς ὢν ἀπέπεσεν εἰς τὰ γήϊνα, παραβὰς τὴν ἐντολὴν, καὶ διὰ τῆς κακίας, εἰς θανατηφόρον πονηρίαν ὄφεως εἵρπυσε. Πάλιν δὲ ὁ δημιουργὸς Θεὸς ἐπιλαβόμενος αὐτοῦ διὰ τῆς ἐνανθρωπήσεως εἰς τὴν πρώτην ἀπεκατέστησεν εἰκόνα, καὶ τὸ ἀρχαῖον κάλλος ἐνέδυσε διὰ τῆς φυλακῆς τῶν ἐντολῶν. Ἡ δὲ κέρκος ἔσχατον μέρος οὖσα, τὴν ἐπ' ἐσχάτων ἡμερῶν ἐνανθρώπησιν παρεδήλου. Εἰσενεχθεῖσα εἰς τὸν κόλπον Μωσέως ἡ χεὶρ αὐτοῦ, καὶ ἐν τῷ ἐξάγεσθαι λεπρωθεῖσα, καὶ αὖθις εἰσενεχθεῖσα, καὶ ἐξενεχθεῖσα καθαρὰ, ἐσήμανεν ὡς ὁ κατ' εἰκόνα Θεοῦ πεποιημένος ἄνθρωπος, ἕως μὲν ἦν τῇ σκέπῃ τοῦ Θεοῦ, καθάπερ ἐν κόλπῳ, καθαρὸς καὶ κάλλιστος ἦν. Ἐν δὲ τῷ ἐξάγεσθαι ταύτης διὰ φιληδονίας καὶ παρακοῆς, ἐλεπρώθη τῇ εἰδεχθείᾳ καὶ βδελυρίᾳ τῆς ἁμαρτίας. Αὖθις δὲ ἐν τῇ σκέπῃ τοῦ Θεοῦ, δι' ἐγκρατείας καὶ ὑπακοῆς, καὶ υἱοθεσίας γενόμενος, ἀποκατέστη πρὸς τὴν ἐξ ἀρχῆς ὡραιότητα, καὶ ἐφάνη καθαρὸς καὶ λαμπρός. Ἡ ἔρημος ἀφ' ἧς πέμπεται Μωσῆς εἰς Αἴγυπτον, ἔστιν ὁ κόσμος οὗτος, ἡ ἀνθρωπίνη φύσις, ἢ ἡ τῶν παθῶν ἐστερημένη ἕξις καὶ κατάστασις, ὅπου διὰ θεωρίας τὴν τῶν ὄντων γνῶσιν παιδευθεὶς ὁ νοῦς, κελεύεται παρὰ τοῦ Θεοῦ κατὰ τὸ τῆς καρδίας ἀφανὲς, ἐξαγαγεῖν τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, ὡς ἐξ Αἰγύπτου, καθάπερ Ἰσραηλίτας τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλὸν τῶν παθῶν πονούμενα. Πρὸς τοῦτο δὲ βαδίζων μετὰ καὶ τῆς συμβίου σοφίας, καὶ τοῦ ἐξ αὐτῆς αὐτῷ γεννηθέντος ἐναρέτου λογισμοῦ, καὶ τρόπου σεμνοῦ, ὅτε καταλύσῃ καὶ στῇ τοῦ δρόμου τῆς ἀρετῆς, ἧς ἡ στάσις κίνησις κακίας ἐστὶν, ἀσχοληθεὶς περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ ταύτῃ παρακειμένων ὑλικῶν· τηνικαῦτα τοῦ δηλωθέντος υἱοῦ αὐτοῦ γινομένου ἀκροβύστου καὶ βεβήλου, ὁρᾷ καθάπερ ἄγγελον ἀπότομον τὸν ἐλέγχοντα λόγον τῆς συνειδήσεως ἀπειλοῦντα θάνατον. Ὃν ἡ σύνοικος αὐτοῦ δυσωπεῖ σοφία, τὴν ἐγγενομένην ὑλικὴν φαντασίαν τῷ παιδὶ λογισμῷ περιτεμοῦσα, καὶ καθάπερ αἵματος ῥύσιν τὴν κίνησιν ἐμπαθοῦς ζωῆς ἀποξηράνασα. Μωσῆς μὲν προχειρισθεὶς εἰς ἀποστολὴν ὑποδειλιᾷ καὶ οὐκ εὐθυδρομεῖ, ἀλλὰ καὶ τοῖς κατὰ γένος προσήκουσι κοινολογεῖται περὶ τῆς ἀποδημίας, καὶ συμπαραλαμβάνει τὴν γυναῖκα καὶ τὰ παιδία. Ἀαρὼν δὲ μηδέν τι τοιοῦτον δράσας εὐθὺς ὁρμᾷ. Οἱ μὲν γὰρ τοῦ Μωσαϊκοῦ νόμου δειλοί τέ εἰσι πρὸς 77.1189 πειρασμοὺς καὶ ὀκλάζοντες, καὶ μεριζόμενοι πρός τε τὰς θείας ἐντολὰς, καὶ πρὸς τὰς σωματικὰς καὶ κοσμικὰς σχέσεις. Οἱ δὲ τοῦ Εὐαγγελίου, καὶ ὧν τύπος ὁ Ἀαρὼν, τολμηροί τε πρὸς κινδύνους καὶ πρόθυμοι, καὶ μεριζόμενοι πρὸς Θεὸν καὶ κόσμον, μόνων δὲ τῶν θείων ἐντολῶν ἐξεχόμενοι. Σεπφώρα ἡ Μαδιανῖτις τύπος ἦν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις ὑπαχθεῖσα τοῖς σπερματισμοῖς Μωσέως, ἤτοι ταῖς τοῦ Μωσαϊκοῦ νόμου περὶ τῆς ἁγίας Τριάδος ἀμυδραῖς θεολογίαις τοῦ παιδαγωγοῦντος ἐπὶ