κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρ' οὖν ἠπατήμεθα θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· Θέσθε γάρ, φησίν, ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν· τὸ δὲ Ὑμεῖς ἐν τούτοις διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς· ἤθελε μὲν γὰρ αὐτοὺς εἰδέναι τὸ συμβησόμενον, οὐ μὴν ἔτι καὶ λαλεῖν ἑτέροις. οὐ γὰρ ἔδει μόνον τοὺς ἀγελαίους μαθεῖν ὅτι πείσεται, ἀλλ' ἦν ἄμεινον πρὸς τούτῳ πεπληροφορημένους ὅτι καὶ ἀνεβίω θεοπρεπῶς καταργήσας τὸν θάνατον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. ὅταν τοίνυν ἐνστῇ, φησί, τοῦ παθεῖν ὁ καιρός, μὴ εἴπῃς· Πῶς ὁ τοσοῦτος ἐν δόξῃ καὶ σημείων τοσούτων ἀποτελεστὴς καθ' ἕνα τῶν καθ' ἡμᾶς οὐκ ἐνόησε πεσὼν εἰς χεῖρας ἐχθρῶν; ἴσθι δὲ μᾶλλον τὴν οἰκονομίαν ἐννοήσας ὅτι οὐ βεβίασμαι παρά τινων, ἀφῖγμαι δὲ εἰς τοῦτο ἑκών. τί γὰρ ἦν τὸ κωλύον τὸν προειδότα καὶ ἀπαγγείλαντα σαφῶς τὸ ἐσόμενον μὴ ἂν ἐθελῆσαι παθεῖν; ἀλλ' ἵνα σώσω τὴν ὑπ' οὐρανόν, ἐμαυτὸν ἐνῆκα τῷ 87 παθεῖν. τοῦτο διδάξει σαφῶς ἑτέρωθί που λέγων· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ZU LK 9, 45 Εἶτα εἴποι τις ἄν· Καὶ πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον; ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, πλὴν οὐ ῥᾴθυμοι καὶ τῶν Μωυσέως γραμμάτων οὐκ ἀνεπιστήμονες· καὶ γοῦν ἀπόλεκτοι γεγόνασι διὰ τοῦτο παρὰ Χριστοῦ. εἶτα πῶς ἠγνόησαν τὸ Χριστοῦ μυστήριον καίτοι διὰ τῆς τοῦ νόμου σκιᾶς πλεισταχοῦ γραφόμενον; ἀλλ' ὡς ὁ μακάριος γράφει Παῦλος· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ καί· Ἄχρι τῆς σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. ZU LK 9, 46φ Μανθανέτω πάλιν ὁ ψιλὸν ἄνθρωπον νομίζων εἶναι τὸν Ἰησοῦν ὅτι πεπλάνηται καὶ τῆς ἀληθείας οἴχεται μακράν. ἴστω γὰρ ὅτι κἂν εἰ γέγονε σὰρξ θεὸς ὢν ὁ λόγος, ἀλλ' οὖν ἀναπόβλητον ἔχει τὸ εἶναι ὃ ἦν καὶ μεμένηκε θεός. ἔνεστι μὲν γὰρ μόνῳ τῷ ἐπὶ πάντας θεῷ τὸ ἐξετάζειν δύνασθαι καρδίας καὶ νεφροὺς καὶ γινώσκειν τὰ κεκρυμμένα, ἑτέρῳ δὲ παρ' αὐτὸν οὐδενὶ παντελῶς. ἀλλ' ἰδοὺ τοὺς τῶν ἁγίων ἀποστόλων διαλογισμοὺς ἐξετάζει Χριστὸς καὶ τὸν τῆς θεότητος ὀφθαλμὸν καθίησιν εἰς τὰ κεκρυμμένα. θεὸς οὖν ἄρα 88 ἐστὶν ὁ τοῖς οὕτω μεγάλοις καὶ θεοπρεπεστάτοις ἐμπρέπων ἀξιώμασι. πλὴν ἐκεῖνο διερευνήσωμεν· ἆρα γὰρ ἅπαντες οἱ μακάριοι μαθηταὶ κοινὴν ἐσχήκασι τὴν τοιάνδε νόσον; ἀλλ' οἶμαι πολὺ τὸ ἀπίθανον ἔχει τὸ νομίζειν ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον. ἑνὸς δέ, ὥς γε οἶμαι, παθόντος αὐτήν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων ὅτι Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν. πλὴν ὅτι δεινὸς ἄγαν εἰς κακουργίας ὁ σατανᾶς, ἔξεστι πάλιν καὶ διὰ τούτων ἰδεῖν· ἐπιβουλεύει γὰρ πολυτρόπως τοῖς τὴν παγκάλην ἠγαπηκόσι ζωήν. κἂν μὲν δύναιτο διὰ τῶν τῆς σαρκὸς ἡδονῶν τὸν τοῦδέ τινος ἐκπολιορκῆσαι νοῦν, ἀγρίως ἐπιπηδᾷ καὶ τῆς φιληδονίας ὀξύνει τὸ κέντρον. εἰ δὲ δή τις εἴη νεανικὸς καὶ τῶν τοιούτων ἐπέκεινα φέροιτο βρόχων, μέτεισιν εὐκόλως ψυχικοῖς ἀρρωστήμασι τὰς κατ' αὐτῶν ἀρτύων ἐπιβουλάς· ἐνσπείρει γάρ τι τῶν ἀπᾳδόντων θεῷ καὶ τὸ φιλόδοξον ἐγείρει πάθος κατὰ βραχὺ κατασείων εἰς ἐπάρατον ὑπεροψίαν. πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι