Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
προσιόντας αὐτῷ, καὶ ἀπαλλάξῃ θανάτου καὶ ἁμαρτίας. Ἀλλ' οὐ συνῆκεν αὐ- τὸν ὁ Ἰσραὴλ, καίτοι λέγοντος σαφῶς· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν."6 9Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελείπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ.9 Τὸν τῆς ἀθετήσεως τρόπον εὖ μάλα διηγγελκὼς, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλογίας παραδείξας τὸ μέ- γεθος, μεθίστησι παραχρῆμα τὸν λόγον, τοῦτο μὲν εἰς ταλανισμὸν ἐπ' αὐτοῖς δηλονότι, τοῦτο δ' αὖ πάλιν πρὸς ἐπίπληξιν. Πρέποι δ' ἂν, οἶμαι, τῷ προ- φητικῷ προσώπῳ μάλιστα τὸν μονονουχὶ κατοι- μώζειν αὐτοὺς, καὶ ἐκ πολλῆς ἄγαν φιλοθείας κατ- 70.21 εξανίστασθαί τε καὶ λέγειν· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνο- μοι. Ἕπεται γοῦν πάντως τοῖς ἀθετεῖν με θέλουσιν, τὸν ἁπάντων ἡμῖν ἀγαθῶν δωτῆρα Θεὸν, τὸ ἀναπό- νιπτον ἔχειν τὴν ἁμαρτίαν, καὶ πεφορτῖσθαι δεινοῖς ἀφύκτοις ἐγκλήμασιν. Νοσεῖ γάρ πως ἀεὶ ἡ ἀθέτησις τὴν ἀπόστασιν, τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκ τόπων με- ταβολήν. Ταύτῃ τοι καὶ ἐπήγαγεν εὐθὺς τὸ, ἐγκατ- ελείπετε τὸν Κύριον. Σπέρμα δὲ ὀνομάζει πονηρὸν, οὐχ ὡς ὄντας, ἢ πεποιημένους κατὰ φύσιν τοιού- τους, ἀλλ' ὅτι γεγόνασιν ἐκ πονηρῶν πατέρων υἱοὶ πονηροὶ, κατά γε τὴν Ἰωάννου φωνήν· ἔφη γὰρ καὶ αὐτοῖς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα, "6γεννήματα ἐχιδ- νῶν."6 Ἅγιοι μὲν γὰρ ὁμολογουμένως οἱ πρῶτοί τε καὶ ἐξ ἀρχῆς πατέρες, βδελυροὶ δὲ λίαν οἱ μετ' ἐκεί- νους. Ἐντεθραμμένοις δὴ οὖν τοῖς τῶν πατέρων ἔθεσι, καὶ προγονικὴν ζηλοῦντας ἀνοσιότητα, σπέρμα πονηρὸν ὠνόμασεν εἰκότως. Ἐγκαταλελοίπασι γὰρ τὸν Κύριον, καὶ παροτρύνοντες οὐκ ἐπαύσαντο τὸν ἄγιον τοῦ Ἰσραὴλ, τουτέστι Χριστόν. Οὐ γὰρ συν- ῆκαν τὸ ἐπ' αὐτῷ μυστήριον. Τοιγάρτοι καὶ μεμενή- κασιν ἐν πληρώματι τῶν ἰδίων ἁμαρτιῶν. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Χριστός· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε."6 Πλήρης τοίνυν ἁμαρτιῶν ὁ Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν ἀφιγμένος φαυλότητος, ὡς πρέπειν αὐτῷ τὸ κολάζεσθαι δεῖν. Πεπληρώκασι γὰρ καὶ αὐτοὶ τὸ μέτρον τῶν ἰδίων πατέρων, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Μέχρι μὲν γάρ τινος καιροῦ καὶ μέτρου φορητὴν ποιεῖται ὁ Θεὸς τῶν πλημμελούντων τὴν καταφρόνησιν· ἀφ- ιγμένης δὲ ἤδη πρὸς πλήρωσιν τὴν ἐγνωσμένην αὐτῷ τῆς ἁμαρτίας, ἐπιφέρει τὰς δίκας, καὶ ἀναλόγως τοῖς πλημμελήμασι κολάζει τὸν ἀπειθῆ. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας μέτρον τεθεαμένος, ἤρετο μὲν τὸν μακάριον ἄγγελον, ὅ τι δὴ τοῦτό ἐστι τὸ μέτρον τὸ ἐκπορευόμενον. Ὁ δὲ πρὸς αὐτὸν, Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Μεμένηκε τοίνυν ἀναπότρι- πτον ἔχων τὴν ἁμαρτίαν ὁ Ἰσραὴλ, καὶ τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ ἠθέλησε λαβεῖν, ἀλλὰ γὰρ πρὸς τούτῳ καταλελοιπὼς αὐτὸν, διὰ τοῦ μήτε τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, εἰπεῖν τε πρὸς τούτῳ τὸ, Αἶρε, αἶρε, σταύρου αὐτὸν, καὶ, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 9Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐπ' αὐτοῖς ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα; οὐκ ἔστιν μάλαγμα ἐπι- θεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.9 Ὡς ἐφ' ἑνὸς σώματος τῶν Ἰουδαϊκῶν συστημά- των, μικρῶν τέ φημι καὶ μεγάλων, καὶ τῶν ἐν μεσότητι νοουμένων ποιεῖται τοὺς λόγους. Ἔοικε δὲ κεφαλὴν μὲν ὀνομάζειν, τὸν τοῖς βασιλείας αὐχή- μασιν εὐπρεπῆ. Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπό- λεκτον φυλὴν, τουτέστι τὴν Λευϊτικὴν, ὡς τῷ νόμῳ σεσοφισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν φροντίδα. "6Χείλη γὰρ ἱερέως,"6 φησὶν, "6φυλάξεται 70.24 κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐ- τοῦ."6 Πόδας δὲ εἶναί φησι τοὺς ἐν ἐσχάτοις, καὶ οἷον κατωτάτω λαχόντας τάξιν ἐν τοῖς λαοῖς. Οὐκοῦν ἐπειδήπερ δύσοιστον μὲν ἤδη ταλαιπωρίαν ἡ τῶν Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων