Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ ∆αβὶδ οὖν αὐτὸς πρότερον τὸν ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀνα στῆναι παρακαλῶν εἰς βοήθειαν. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. (A f. 19 b, B f. 12 b, E f. 7.) Σκόπει δὲ τοῦ λόγου τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ' οὐδενὶ πλημμελήματι. Ἐχθραί νει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχ θρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· "Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ," καὶ τὰ ἐξῆς. Καὶ ὁ ∆αβὶδ πολλοὺς εἶχε μάτην 69.732 ἐχθραίνοντας, τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τοὺς σὺν αὐτοῖς· αὐτοῦ γὰρ πολλὴν πρὸς αὐτοὺς ἐπιδεικνυμένου πραότητα, μάτην ἦσαν ἐχθροί. Ὀδόντας ἀμαρτωλῶν συνέτριψας. A f. 19 b.Τὸ δὲ, "Ὀδόντας συνέτριψας," ὡς ἐπὶ θηρίων ἀγρίων εἶπε· μιαιφόνοι γὰρ ὡς ἐπίπαν οἱ φιλαμαρτήμονες καὶ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιτρίζοντες τοὺς ὀδόντας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ θηρίοις ἐξομοιοῦν τοὺς ἀγρίως τισὶν ἐπιφύε σθαι μεμελετηκότας. Τὸ οὖν Συνέτριψας ὀδόντας, ἀντὶ τοῦ Πάσης ἰσχύος αὐτοὺς ἐγύμνωσας εἴρηται, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερού μενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. Ἐρεῖ δὲ καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα, ὅτι Σὺ ἐπά ταξας μὲν Ἡρώδην τὸν βρεφοκτόνον ἐχθραίνοντά μοι ματαίως· πατάξεις δὲ καὶ τοὺς Ἰουδαίους, Ῥωμαίοις αὐτοὺς παραδούς· καὶ τοὺς ὀδόντας αὐτῶν συντρίψεις, διότι εἶπον· "Οὐκ ἔχομεν βασιλέα·" καὶ, "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς." Πατάσσονται δὲ ὑπὸ Κυρίου καὶ οἱ δαίμονες, διότι μηδὲν παρ' ἡμῶν ἀδικηθέντες, μά την ἡμῖν διὰ τὴν ἑαυτῶν κακίαν ἐπιβουλεύουσι· καὶ οἱ νοητοὶ ὀδόντες αὐτῶν, τὰ πάθη φημὶ, δι' ὧν κατ εσθίουσι τοὺς ἁπλουστέρους, συντρίβονται. Σὺ γὰρ, φησὶ, "συνέθλασας τὰς κεφαλὰς τῶν ἐμφωλευόντων δρακόντων τοῖς ὕδασιν," ὁ τὸ μέγα κῆτος διὰ τῆς ἀναστάσεως χειρωσάμενος, ὁ ᾄδην καθελὼν καὶ θά νατον πατήσας, καὶ καταργήσας διάβολον. Σὺ δέ μοι ὅρα, ὅτι οἱ ἀδικοῦντες ἐκεῖνοί εἰσιν οἱ βλαπτόμενοι, πατάσσονται γὰρ ὑπὸ Θεοῦ· οἱ δὲ ἀδικούμενοι, οὗτοι καὶ προσωφέληνται· σώζονται γάρ. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. (A f. 20.) Ἁγιοπρεπὲς δὲ τὸ καὶ τοῖς ἄλλοις ὑπάρ ξαι παρακαλεῖν, ὅπερ ἑαυτῷ συμβῆναι βούλεται· οὐ γὰρ μόνος τῶν θεοσδότων ἀγαθῶν ἐν μεθέξει γενέ σθαι ζητεῖ, ἀλλὰ κοινὴν ἅπασι τοῖς ἀγαπῶσι τὸν Θεὸν τὴν ἐπὶ τούτοις προκεῖσθαι φιλοτιμίαν. Καὶ μὴ θαυμάσῃς εἰ τοιοῦτος ἔνεστι τοῖς ἁγίοις σκοπὸς, ὅπου καὶ συναλγοῦσι τοῖς πάσχουσι, καὶ συνδακρύ ουσι τοῖς κλαίουσι, καὶ τὴν τοῖς φιλαμαρτήμοσιν ὀφειλομένην ὀργὴν ποιοῦνται κοινήν. Τάχα δὲ καὶ θεολογεῖ ἐνταῦθα ὁ ∆αβὶδ λέγων, ὅτι Παρὰ σοῦ τοῦ Κυρίου καὶ Πατρὸς ἀποσταλήτω ὁ Σωτὴρ Ἰησοῦς, ἡ σωτηρία τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τοῦ ἁγίου Πνεύματος εὐλογία ἐπὶ τὸν λαόν σου καταπεμφθήτω, τουτέστιν ἐπὶ τὰ ἔθνη· ἂ καὶ εὐλόγησον πάσῃ εὐλο γίᾳ πνευματικῇ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ εὐλογηθήσονται πάντα τὰ ἔθνη, Ἰουδαῖοι δὲ ἐξωσθήσονται. Καὶ ὁ Χριστὸς δὲ τὴν ἑαυτοῦ σωτηρίαν, ἣν ἐσώθη ἐκ νεκρῶν ἀναστὰς, τοῦ Πατρὸς εἶναι λέγει, ὁμοίως καὶ τὴν ἐπὶ τοὺς πιστεύοντας εὐλογίαν αὐτῷ ἀνατίθησι. ∆ιὸ λέγει· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε." ∆ικαίως δὲ ὁ ψαλμὸς καὶ τῇ ἀν θρωπίνῃ φύσει προσαρμοσθήσεται, ἣν ἔθλιβον μὲν οἱ δαίμονες πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ἐπατάχθη 69.733 σαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπή σαντος· ἡ δὲ ὑπ' αὐτῶν πολεμηθεῖσα φύσις καὶ σω τηρίας καὶ εὐλογίας ἀπέλαυσεν.
ΨΑΛΜΟΣ ∆ʹ.