Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οἶμαι, τρόπον καὶ τοῖς ὡς ἥκιστα διακεισομένοις χρῆμα καλόν τε καὶ ἀξιόληπτον τὸ ἐν ὑπάρξει γενέσθαι καὶ ζῇν. Τί οὖν, εἰπέ μοι; Χρῆναι γὰρ ἔγωγέ φημι τὸν ἐπὶ τόδε λόγον ἀναβιβάζεσθαι πρὸς ἡμῶν καὶ εἰς τὰ πολὺ λίαν τῶν καθ' ἡμᾶς ἐπέκεινα· φημὶ δὲ δὴ πάλιν τοὺς μακαρίους ἀγγέλους. Πεποίηνται δὲ δὴ παρὰ Θεοῦ, καὶ τὴν ἐξ οὐκ ὅντων ἔχουσιν εἰς τὸ εἶναι πάροδον Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι τε καὶ Ἐξουσίαι, ∆υνάμεις καὶ Ἀρχαὶ, καὶ αὐτὰ δὲ πρὸς τούτοις τὰ ἀνώτατα Σεραφίμ. Ἐτέλει δὲ καὶ αὐτὸς ἐν τοῖς γεγονόσιν ὁ δράκων 69.24 ὁ ἀποστάτης, καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραὶ, καὶ ἦσαν ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ λογικοῖς κτίσμασι, τὰς ἄνω πληροῦντες μονὰς, διαπρέποντες ἐν δόξῃ, καὶ τῶν καθ' ἡμᾶς πολὺ δὴ λίαν ἐν ἀμείνοσι, καὶ ἀσύγκριτον ἔχοντες τὴν ὑπεροχήν. Καὶ γοῦν εἴρηταί που παρὰ Θεοῦ· Μετὰ τῶν Χερουβὶμ τέθεικά σε. Ἀλλ' ἐρηρεισμένην μὲν ἔχουσι τὴν δόξαν τὰ ἅγια Χερουβὶμ, καὶ σώζει βεβαίως τὴν οἰκείαν ἀρχήν. Καὶ χίλιαί τε χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κατώλισθε δὲ μεθ' ἑτέρων ὁ Σατανᾶς, καὶ τῆς οἰκείας δόξης ἐστέρηται. Ἄρ' οὖν ἐπειδήπερ ἀπολιπεῖν ἔμελλε τὴν οἰκείαν ἀρχὴν ἐθελοντὴς διανεύσας ἐπὶ τὸ προσκρούειν Θεῷ· ὄκνον εἰσδέχεσθαι, τὸν ἐπὶ τῇ ποιήσει φημὶ τῶν ἁγίων ἀγγέλων, τὸν τῶν ὅλων ἐδέησε ∆ημιουργὸν, καὶ τὴν οὕτω λαμπρὰν καὶ ἀξιάγαστον ἀποσείσασθαι κτίσιν. Εἶτα πῶς οὐκ ἂν ἠδικῆσθαι δόξειεν, εἰ μὴ παρήχθη πρὸς γένεσιν ἡ παρεστῶσά τε εἰς δεῦρο καὶ λειτουργοῦσα πληθὺς, καὶ Θεῷ τῷ τεκτηναμένῳ τηροῦσα τὸ γνήσιον, καὶ τὸ εἰς λήθην ἐλθεῖν τῆς ἰδίας ἀρχῆς οὐκ ἀνεχομένη παθεῖν; Τί γὰρ, εἰπέ μοι, τὸ σφόδρα λυποῦν, εἰ διημαρτήκασί τινες ἐξ ὑπεροψίας τοῦ εὖ εἶναι τυχόν; Ἀλλ' οἵγε τούτων ἀμείνους, ἑστᾶσι μετὰ Θεοῦ, καὶ τῆς ἡμερότητος αὐτοῦ πλουσίως ἀναπιμπλάμενοι, μακραῖς καὶ ἀκαταλήκτοις δοξολογίαις καταγεραίρουσι. Καὶ περὶ αὐτῶν, οἶμαί που, φησὶν ὁ μακάριος ∆αβίδ· Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Ἔχοντος δὲ ὧδε τοῦ περὶ τούτων λόγου, φέρε καθέντες τὴν βάσανον καὶ ἐν τοῖς καθ' ἡμᾶς αὐτοὺς, ἐκεῖνο διασκεψώμεθα. δʹ. Πεποίητο μὲν γὰρ ὁ ἄνθρωπος ἐν ἀρχαῖς τῶν ἰδίων θελημάτων τὰς ἡνίας πεπιστευμένος, καὶ τὴν ἐφ' ᾧπερ ἂν ἕλοιτο ῥοπὴν ἀνειμένην ἔχων. Ἐλεύθερον γὰρ τὸ Θεῖον, πρὸς ὃ καὶ μεμόρφωτο. Ὧδε δὲ ἦν, οἶμαι, καὶ οὐχ ἑτέρως κεκτῆσθαι τὸ ἀξιάγαστον, εἰ ἐθελοντὴς ὁρῷτο τῆς ἀρετῆς ἐργάτης, καὶ γνώμης ἔχων καρπὸν, τὸ ἐν ἔργοις εἰλικρινὲς, οὐκ ἀνάγκης ὥσπερ ἀποτέλεσμα φυσικῆς, οὐκ ἐφιείσης ὅλως ἔξω φέρεσθαι τοῦ καλοῦ, κἂν εἰ δρᾷν ἕλοιτο τὸ μὴ οὕτως ἔχον. Οὐκοῦν ἀνῆπτο μὲν ἐν ἀρχαῖς ὁ ἄνθρωπος τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ἀνειμένην τε καὶ ἄφετον τῆς διανοίας ῥοπήν· ἀλλὰ τοῖς τοῦ δράκοντος φενακισμοῖς, ἐφ' ἃ μὴ προσῆκεν, ἀσυνέτως παρεκομίζετο, καὶ δι' οὐδενὸς ἐποιεῖτο λόγου τὴν παράβασιν. Ταύτῃτοι κατεδικάζετο θανάτῳ καὶ φθορᾷ, προαναθροῦντος, οἶμαι, Θεοῦ τὸ ὡς ἔν γε τῷ συμβεβηκότι λυσιτελέστερον. ∆ιανενευκὼς γὰρ ἅπαξ εἰς ἁμαρτίαν ὁ ἄνθρωπος, καὶ ἀῤῥωστούσης αὐτῷ τῆς φύσεως τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἐν ἴσῳ που τάχα τοῖς ἀκαθάρτοις πνεύμασι, διηνεκὲς ἐπὶ γῆς κατεφωρᾶτο κακόν. Ἐπενοεῖτο τοίνυν χρησίμως ὁ τῆς σαρκὸς θάνατος, οὐκ εἰς ὄλεθρον ὁλοτελῆ παραπέμπων τὸ ζῶον· εἰς καινουργίαν δὲ μᾶλλον, καὶ, ἵν' οὕτως εἴπωμεν, εἰς ἀνασκευὴν οἷά τι σκεῦος συντεθλασμένον κατὰ καιροὺς ἐφυλάττετο. 69.25 Ὅτι μὲν γὰρ συμβήσεται μεταξὺ τῷ ζώῳ τὸ παθεῖν τὴν φθορὰν, οὐκ ἠγνόηκεν ὁ ∆ημιουργὸς, ἀλλ' ἠπίστατο, μετὰ τούτου καὶ τῶν ἀτόπων τὴν λύσιν, καὶ τῆς φθορᾶς τὴν ἀναίρεσιν, καὶ εἰς τὸ ἄμεινον ἀνακομιδὴν, καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν ἀνάληψιν. Ἤδει γὰρ ὅτι πέμψει κατὰ καιροὺς τὸν ἴδιον Υἱὸν ἐν ἀνθρωπείᾳ μορφῇ τεθνηξόμενον ὑπὲρ ἡμῶν, καὶ τοῦ θανάτου καταλύσοντα κράτος, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί γάρ; εἰ μὴ πάντες πεπιστεύκασιν, ἀλλ' ἥγε τῶν σεσωσμένων πληθὺς ἀριθμῶν κρείττων ὑπάρχουσα, τῆς ἐκείνων ἀπωλείας οἱονεὶ κατορχήσεται· καὶ τὸ λυποῦν ἐπ' ἐκείνοις, ἕωλον ἀποφανεῖ, μονονουχὶ