παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἡ δὲ κατὰ πάντα ὁμοίωσις ἀρχὴν ὥσπερ τινὰ καὶ προεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχει, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν τοῦ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ' ἡμᾶς κάθεσιν οἰκονομικὴν τοῦ ἐν ὑπερτάτοις ὄντος ὀνόμασι, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς οἰκετικοῖς τὸν ἐν κυριότητι φυσικῇ· Θεὸς γὰρ ὁ Λόγος ἦν. {Β} ∆ιανοῇ μὲν ὀρθῶς. Πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας, ὡς ἀνέφικτον εἴη ἂν τάχα που καὶ ἀκαλλὲς τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν οἴεσθαί τε καὶ λέγειν καὶ δευτέραν τὴν ἐκ γυναικὸς ὑπομεῖναι γέννησιν. Ἀπόχρη γὰρ αὐτῷ, φασί, τὸ ἅπαξ ἐκ Πατρὸς γεννηθῆναι θεοπρεπῶς. {Α} Οὐκοῦν, ἐπιπλήττουσι τῷ Υἱῷ καὶ οὐκ ὀρθὰ βεβουλεῦσθαί φασιν αὐτόν, τὴν δι' ἡμᾶς κένωσιν ἐθελούσιον ὑπομείναντα. Κατήργηται δὲ καὶ εἰκαῖον ἤδη πώς ἐστι τὸ σεπτὸν καὶ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς εὐτεχνὲς ἀνόνητον ἀποφαίνουσι τοῖς ἐπὶ τῆς γῆς. Ἀλλ' οὐ τοῖς ἐκείνων βατταρισμοῖς τὸ χρῆναι κρατεῖν ὁ τῆς ἀληθείας ἐφίησι λόγος, ἐλέγξει δὲ μᾶλλον, ἀσυνετώτατα μὲν πεφλυαρηκότας, εἰδότας δὲ κατ' οὐδένα τρόπον τὸ Χριστοῦ μυστήριον. Γεγέννηκε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν ἐξ ἑαυτοῦ γεννήσει μιᾷ. Πλὴν εὐδόκησεν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἀνασῶσαι γένος, τρόπῳ τῷ κατὰ τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν, ἣν πάντη τε καὶ πάντως γενέσθαι ἐχρῆν διὰ 722 γεννήσεως, δηλονότι τῆς ἐκ γυναικός, ἵνα τῇ πρὸς ἡμᾶς ὁμοιώσει τοῦ ἐκ Θεοῦ φύντος Λόγου κατακρίνηται μὲν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, ἐν ὁμοιώματι δὲ θανάτου τοῦ μὴ εἰδότος αὐτὸν καταργῆται θάνατος. Εἰ γὰρ σύμφυτοι γεγόναμεν, φησί, τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Οὐκοῦν ἀναγκαίως ὁ ὢν καὶ ὁ ὑπάρχων γεγέννηται κατὰ σάρκα, τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθείς, ἵνα τὰ σαρκὸς γεννή ματα, τουτέστιν ἡμεῖς οἱ φθαρτοί τε καὶ ἀπολλύμενοι, μένωμεν ἐν αὐτῷ, ἴδια λοιπὸν ἔχοντι τὰ ἡμῶν ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ. ∆ι' ἡμᾶς γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Φάσκοντές γε μὴν οὐκ αὐτὸν γενέσθαι σάρκα τὸν ἐκ Θεοῦ Λόγον, ἤτοι γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός, ἀναιροῦσι τὴν οἰκονομίαν. Εἰ γὰρ μὴ πλούσιος ὢν ἐπτώχευσε, καθεὶς ἑαυτὸν τοῖς καθ' ἡμᾶς ἐκ φιλανθρωπίας, οὐδὲ ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν, ἀλλ' ἐσμὲν ἐν τῷ πτωχεύειν ἔτι, καὶ ἀρᾷ καὶ θανάτῳ καὶ ἁμαρτίᾳ ἐνισχημένοι. Τὸ γάρ τοι γενέσθαι σάρκα τὸν Λόγον λύσιν ἔχει καὶ ἀνατροπὴν τῶν ἐξ ἀρᾶς καὶ δίκης τῇ τοῦ ἀνθρώπου φύσει συμβεβηκότων. Οὐκοῦν, εἰ ἀναβοθρεύουσι τῆς σωτηρίας ἡμῶν τὴν ῥίζαν, καὶ τὸν τῆς ἐλπίδος θεμέλιον ἀνορύττουσι, ποῦ τὰ μετ' αὐτὸν ἔτι κείσεται; Οὐ γὰρ γεγονότος, ὡς ἔφην, σαρκὸς τοῦ Λόγου, οὔτε τοῦ θανάτου κατεσείσθη τὸ κράτος, κατήργηται δὲ κατ' οὐδένα τρόπον ἡ ἁμαρτία, καὶ ἐσμὲν ἔτι ταῖς τοῦ πρώτου παραβάσεσιν ἔνοχοι, τουτέστιν Ἀδάμ, οὐδεμίαν ἀναφοίτησιν ἔχοντες εἰς τὸ ἄμεινον, τὴν διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. {Β} Συνίημι ὃ φής. {Α} Τίς δ' ἂν καὶ νοοῖτο πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκός, ὡς ἕτερος ὢν παρ' ἡμᾶς κατὰ φύσιν; Οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν. Ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβών, ὡς ἕτερον ὄν τι παρ' ὅπερ ἐστίν; Ἆρ' οὐ πολὺ τὸ εἰκὸς ὁ λόγος ἔχει; {Β} Πάνυ μὲν οὖν. {Α} Ἄθρει δὲ δὴ καὶ ἑτέρως ὡς ἀνόσιόν τέ ἐστι καὶ ἀπηχὲς τὸ ἀναιρεῖν πειρᾶσθαι τοῦ Θεοῦ Λόγου τὴν