ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος ὡς θέμις ἀποδιαστέλλουσα καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσι τὴν ἐναρμόνιον ἀναγωγήν, ἡμεῖς δὲ ἀναβάσεσιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων ἀρχὰς ἀναβλέψαντες καὶ ταύτας ἱερῶς μυηθέντες ἐπιγνωσόμεθα, τίνων εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα καὶ τίνων ἀφανῶν αἱ εἰκόνες. Ἔστι γάρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαφῶς διηγόρευται, τὰ μὲν αἰσθητῶς ἱερὰ τῶν νοητῶν ἀπεικονίσματα καὶ ἐπ' αὐτὰ χειραγωγία καὶ ὁδός, τὰ δὲ νοητὰ τῶν κατ' αἴσθησιν ἱεραρχικῶν ἀρχὴ καὶ ἐπιστήμη. <3> Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις. Eἰτ' οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος αὐτεξουσιότης κακίας ἔρωτι συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ ἀποστάντος ἀλλ' ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ' αὐτὴν ὄψιν αὐγὰς ἀντωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν, αὐτὴ δὲ τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι' ἑαυτὴν ἀποτεύξεται. Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου. Πρὸς ταύτην ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν τὰς φωτοειδεῖς αὐτοῦ τῆς ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν καὶ τὸν προσιόντα φωτίσαι θεομιμήτως ἑτοιμότατος ὢν οὐ φθόνῳ οὐδὲ ἀνιέρῳ τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ' ἐνθέως ἀεὶ τοῖς προσιοῦσι ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει καὶ ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἱερὰ συμμετρίας. <4> Ἀλλ' εἴπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ' ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνατρέχων ἐν ἀρχῇ μέν, ὅστις ποτέ ἐστιν, αὐτὸς ὄψεται καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον. Ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας τῶν ἀλαμπῶν μὲν ἀποφοιτήσει τῆς ἀγνωσίας μυχῶν, τῆς θεοῦ δὲ τελεωτάτης ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι' ἐκείνων ἐπὶ τὰ πρώτιστα καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀναχθήσεται. Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσιόντος αἰδὼς καὶ τῶν καθ' ἑαυτὸν ἐπιγνωμοσύνη τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα. Τὸν δ' οὕτως ἀναγόμενον ἡ θεία μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται καὶ τοῦ οἰκείου φωτὸς ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως, ὧν ἐστι σύμβολον ἱερὸν ἡ τοῦ ἱεράρχου τῷ προσιόντι δωρουμένη σφραγὶς καὶ τῶν ἱερέων ἡ σωτηριώδης ἀπογραφὴ τοῖς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα καὶ μνημοσύνοις ἱεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς ζωοποιοῦ πρὸς ἀλήθειαν πορείας τὸν μὲν ἐραστὴν ἀληθῆ καὶ συνοπαδὸν ἡγεμόνος ἐνθέου, τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπομένου χειραγωγόν. <5> Ἀλλ' οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν οὐδὲ τὸν κοινωνίαν τινὰ πρὸς τὸ ἓν ἐσχηκότα μεριστὰς ἔχειν ζωάς, εἰ τῆς τοῦ ἑνὸς ἀντέχεται βεβαίας μεθέξεως, ἀλλ' ἄσχετον εἶναι καὶ ἀκατάτακτον ἐν πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν. Ὅπερ ἡ τῶν συμβόλων