1

 2

 3

 4

 5

 6

5

ἔχων τοῦ λέγειν. Ὁ νοῦς προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται· ὃς μὲν ἕλκει με, ὃς δὲ ἀνθέλκει με. Ἐπειδὴ οὖν συνέχομαι τῶν ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας Παρθένου. Λέγω γὰρ ταύτην οὐρανὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν· τὰς γὰρ ἁγίας ἀγκάλας ἐκτείνασα, τὸν ∆εσπότην ἐβάστασεν ὁ θρόνος χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην ὑπὸ ἀγγέλων προσκυνουμένην. Ὅθεν πρῶτον ὁ Γαβριὴλ τὴν Παρθένον ἀσπάζεται· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανός· χαῖρε, κεχαριτωμένη, ἡ τὸν ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν.

Σεραφεὶμ γέγονεν ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς ἀκαταλήπτου θέας· σκέπη τις νοερὰ, δι' οἰκουμενικοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα. Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενίσαι πρὸς νοητὸν πῦρ τῆς θεότητος. Αὕτη δὲ τρανοῖς ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμητον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο. Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύουσιν· αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατάληπτον ἠσπάζετο. Ὦ Παρθένε, ἀκαταλήπτου μυστηρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκουμένῃ κηρύξασα. Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασιλεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα παρὰ Θεῷ. Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ 43.500 γεννήσασα Χριστὸν τὸν εἰπόντα· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα. Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες, ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς ∆εσπότην ἐν τῷ σπηλαίῳ κυήσασα, ἐν τῇ φάτνῃ ἔθετο, τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν βοῶντες καὶ λέγοντες· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὅθεν καὶ ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος, καὶ τῷ δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον θαῦμα θεασάμενοι, τὴν δούλην τοῦ ∆εσπότου καὶ τὴν ἐπίγειον παρθένον, οὐράνιον νύμφην. Αὕτη γὰρ καὶ νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ σπηλαίῳ, ὅτε τὸ βρέφος ἔτεκε Χριστὸν, κατὰ τὴν προφητικὴν Ἡσαΐου φωνήν· ὅτι Παιδίον ἐγεννήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Εἶτά φησι μετὰ ταῦτα· Μάγοι ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγούμενοι, τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες, ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ. Ὅθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες, κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστήρ· οἱ δὲ θορυβηθέντες τὸν ὁδηγὸν ἀπολέσαντες, ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ' αὐτῶν· Ποῦ ὁ Χριστὸς γεννᾶται; ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο. Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ καλέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο· ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο. Τὰς ἀκτῖνας τοῦ ἡλίου κρύπτειν οὐκ ἠδύναντο, τὴν περὶ τοῦ Σωτῆρος φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρησαν λέγοντες· Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός. Οὕτω γὰρ βοᾷ διὰ τοῦ προφήτου· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ. Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ! Ὡμολόγηςτὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο· αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐτοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν. Τί οὖν οἱ μάγοι; ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη, ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ, ὧν οἱ στεναγμοὶ ὡς