5
κελευόμενος θύειν ἐνίστατο, μετάρσιος ἀρθεὶς ἐπὶ ξύλου γυμνὸς, μάστιξιν εἰς τοσοῦτον κατεξάνθη τὸ σῶμα, ὡς καὶ τὰ ὀστᾶ τῶν σαρκῶν ἤδη ἐκλελοιπότων ἐκφαίνεσθαι· ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ τούτων ἀνώτερος τῶν ἀλγηδόνων ὑπῆρχεν, ἐσχάρᾳ πεπυρακτωμένῃ ἐπιτίθεται· καὶ οὕτω κατὰ μικρὸν τοῦ πυρὸς τὰ λειπόμενα τῶν κρεῶν ἐπινειμαμένου, νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασάνοις. ∆ωρόθεος καὶ Γοργόνιος, τῆς βασιλικῆς οἰκετείας καὶ αὐτοὶ ὄντες, ἑτέροις ἅμα πλείοσι μετὰ πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο τὰ βραβεῖα. Ὑπὸ τὸν αὐτὸν χρόνον, Ἄνθιμος τῆς κατὰ Νικομήδειαν προεστὼς Ἐκκλησίας, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος σχεδὸν ἀναρίθμητον μαρτύρων προστίθεται. Ἐν γὰρ τοῖς κατὰ Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν ταύταις δὴ ταῖς ἡμέραις ἁφθείσης, λόγου διαδοθέντος ὑπὸ Χριστιανῶν ἐπιχειρηθῆναι τὰ τῆς φλογὸς σωρηδὸν κατὰ πρόσταξιν βασιλικὴν, οἱ μὲν τῶν τῇδε θεοσεβῶν ξίφεσιν ἀπεσφάττοντο, οἱ δὲ πυρὶ παρεδίδοντο, ἄλλοι δὲ τοῖς θαλαττίοις ἐναπεῤῥίπτοντο βυθοῖς, καὶ οὕτω παντὶ τρόπῳ τελειούμενοι, οὐδὲ μετὰ τέλος τῆς νενομισμένης ἠξιοῦντο ταφῆς· ἀλλὰ πυρὶ τῶν λειψάνων αὐτῶν καιομένων, ἡ κόνις τῷ ἀέρι ἐνελικμᾶτο, ἢ τῇ θαλάσσῃ ἐναπεῤῥίπτετο. Τὰ αὐτὰ δὲ καὶ κατὰ πᾶσαν ἐπαρχίαν κατὰ Χριστιανῶν ἐπράττετο· ἤκμαζε δὲ μάλιστα κατὰ Φοινίκην τε καὶ Συρίαν, Αἴγυπτόν τε καὶ Θηβαΐδα, καὶ Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος. Ἐξ ὀνόματος δὲ καταλέγειν τοὺς ἐν ταῖς τοιαύταις ἐπαρχίαις εὐδοκίμως ἀθλήσαντας, καὶ τὸ πλῆθος αὐτῶν, καὶ τοὺς ποικίλους τῆς τελειώσεως τρόπους ἐπαριθμεῖσθαι ἄπορον εἰδὼς καὶ καθόλου ἀδύνατον, ὀλίγων τινῶν τῶν ἐπισημοτάτων μνησθήσομαι. Λουκιανὸς ἐξ Ἀντιοχείας πρεσβύτερος, τὸν πάντα βίον ἄριστος, καὶ περὶ λόγους εὐδοκιμώτατος γεγονὼς, ἐν Νικομηδείᾳ βασιλέως ἐπιπαρόντος ἀχθεὶς, δεσμωτήριον οἰκεῖν κατακρίνεται· κἀν τούτῳ διάγων, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ λιμοκτονηθεὶς μετήλλαξε τὴν ζωήν· καὶ οὗτος μὲν ἐξ Ἀντιοχείας τῆς κατὰ τὴν Κοίλην Συρίαν. Τῶν δ' ἐπὶ Φοινίκης μαρτύρων, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας πρώτιστος ἦν, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμεσσαν ἐκκλησιῶν ἐπίσκοπος (θηρίων δ' οὗτος μεθ' ἑτέρων ἐπ' αὐτῆς Ἐμέσσης ἐγεγόνει βορά). Ἄμφω δὲ οἱ προειρημένοι ἐπ' Ἀντιοχείας τὸν τοῦ Θεοῦ Λόγον μέχρι θανάτου ἐδοξάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ' ἐπὶ Παλαιστίνης μαρτύρων, Σιλβανὸς ἐπίσκοπος 20.1532 Γάζης, κατὰ τὰ ἐν Φοινίκῃ χαλκοῦ μέταλλα, σὺν ἑτέροις, ἑνὸς δέοντος, τὸν ἀριθμὸν τεσσαράκοντα, τὴν κεφαλὴν ἀποτέμνεται. Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος, ἐπίσκοποι, μεθ' ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν· καὶ Πάμφιλος δὲ τότε, πρεσβύτερος ὢν Καισαρείας τῆς κατὰ Παλαιστίνην, θείῳ μαρτυρίῳ κατακοσμεῖται λαμπρῶς ἀγωνισάμενος. Τῶν δ' ἐπ' Ἀλεξανδρείας καθ' ὅλης τε τῆς Αἰγύπτου, καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων, ἐν πρώτοις ἦν Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος, καὶ ∆ῖος, καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος, καὶ Παχύμιος, καὶ Θεόδωρος, τῶν κατ' Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι. Κατὰ τὸν αὐτὸν χρόνον, πολίχνην τινὰ κατὰ τὴν Φρυγίαν κειμένην, ὅτι δὴ πανδημεὶ πάντες οἱ ταύτην οἰκοῦντες Χριστιανοὺς σφᾶς ὡμολόγουν, παραλαβόντες οἱ στρατιῶται, πῦρ τε ὑφάψαντες κατέφλεξαν αὐτοὺς ἅμα γυναιξὶ καὶ νηπίοις, τὸν Χριστὸν ἐπιβοωμένους. Καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος Ἄδαυκτος τοὔνομα, γένους τῶν παρ' Ἰταλοῖς ἐπισήμων, τῆς πρώτης