1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

5

τῶνἈραβίων κύκνων ηδη καὶ ὀρνίθων μαντευομένων ἀκούειν, ὁπόσα οἱ χρησμοί. ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.» ἐνταῦθα πάντως που δρακόντων καρδίας δήπου καὶ ἥπατος τὸν Πυθαγόρειον ἐμψύχων τε τροφῆς ἀπεχόμενον καὶ μηδὲ θύειν δαίμοσιν ἐπιτολμῶντα εἰκὸς ην ἀπογεύσασθαι, ὡς ἂν καὶ τῆς παρὰ τούτοις κοινωνήσοι σοφίας. πρὸς γὰρ τοιῶνδε διδασκομένῳ πῶς αν αλλως μὴ οὐχὶ τὰ ομοια τοῖς διδασκάλοις ζηλώσαντι κατωρθοῦτο τὸ ἐπιτήδευμα; ἔχομεν δὴ οὖν πρὸς τοῖς καταλελεγμένοις καὶ τοὺςἈραβίων σοφοὺς διδασκάλους τῆς κατὰ τὴν οἰωνιστικὴν τἀνδρὸς ἐπιστήμης, ἐφ' ἧς εἰκότως ὁρμώμενος υστερόν ποτε τὸν στρουθόν, οτι καὶ 379 βούλοιτο συγκαλῶν τοὺς ἑτέρους ἐπὶ τροφήν, προειπὼν θαῦμα μέγιστον παρέχειν ἔδοξε τοῖς παροῦσι. ταύτῃ δὴ καὶ τὴν ἀπεσφαγμένην οσον οὔπω λέαιναν ἅμα τοῖς ὀκτὼ σκύμνοις κατὰ τὴν εἰςἈσσυρίους ὁδὸν θεασάμενος αὐτίκα τῷ θεάματι συμβαλὼν τῆς ἐσομένης αὐτῷ παρὰ Πέρσαις διατριβῆς τὸν χρόνον ἐμαντεύσατο. ἀκόλουθα δὲ τῇ παρὰ τοῖςἈραβίοις φοιτήσει ἐγχειρεῖν αὐτὸν καὶ παρὰ Πέρσαις ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· τῷ γάρ τοι ∆άμιδι, ος μόνος φοιτητὴς ην αὐτῷ καὶ ἑταῖρος, ἀπαγορεύσας παρὰ τοὺς μάγους ἰέναι μόνος αὐτός, ὡς αν μὴ μετ' ἀγνώμονος δηλαδὴ τὰ τῆς μαγείας μανθάνοι, μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας τὰς μετ' αὐτῶν ἐποιεῖτο σχολάς. ετι δὲ Οὐαρδάνῃ Βαβυλωνίῳ εἰς λόγους ἐλθόντα βασιλεῖ ὧδέ πως λέγειν αὐτὸν παρατίθεται· «σοφία δέ μοι Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ωδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διαλέξεις θεῶν.» τίς δ' αὐτῷ ταῦτα συγχωρήσειεν, ὅτε Πυθαγόρᾳ μὲν οὐδεμία τις τοιαύτη καταλέλειπται γραφή, οὐδ' ἀπόρρητα τινα συγγράμματα, ὡς καν ὑπονοῆσαι αὐτὸν ἐξ ἐκείνων ὁρμᾶσθαι, ὁ δέ γε διδάσκαλος αὐτῷ τῆς κατὰ Πυθαγόραν φιλοσοφίας οὐδέν τι διαφέρειν τῶνἘπικουρείων πρὸς αὐτοῦ μεμαρτύρηται τοῦ Φιλοστράτου ωδέ πως εἰρηκότος «διδάσκαλος μὲν ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδ' ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε ἥττων καὶ ἀφροδισίων καὶ κατὰ τὸνἘπίκουρον ἐσχημάτιστο. ην δὲ οὗτος Εὔξενος ὁ ἐξἩρακλείας τοῦ Πόντου. τὰς δὲ Πυθαγόρου γνώμας ἐγίγνωσκεν, ωσπερ οἱ ορνιθες αμανθάνουσι παρὰ τῶν ἀνθρώπων. «φεῦ τῆς ἀτοπίας, εἰ παρὰ 380 τούτου λέγοι τις τῆς πρὸς τοὺς θεοὺς διαλέξεως τὴν σύνεσιν αὐτὸν εἰληφέναι. ἀλλὰ δὴ συγκεχωρήσθω καὶ ἑτέρων ὑφηγητῶν αὐτὸν ἀκηκοέναι καίτοι γε τοῦ συγγραφέως τοῦτο μηδαμῶς ἐπισημηναμένου· τίς δὴ ουν τούτων σύνεσίν τε καὶ φοίτησιν εἰς διαλέξεις θεῶν ὁρωμένων καὶ οὐχ ὁρωμένων αὐτός τε ὡς ἀπὸ Πυθαγόρου μαθὼν εἰδέναι διδάσκεσθαί τε ἑτέρους ἐπηγγέλλετο; καὶ μὴν οὐδ' ὁ περιβόητος Πλάτων πάντων γε μᾶλλον τῆς Πυθαγόρου κεκοινωνηκὼς φιλοσοφίας, οὔτ'Ἀρχύτας, ου τ' αὐτὸς ἐκεῖνος ὁ τὰς Πυθαγόρου γραφῇ παραδοὺς ὁμιλίας Φιλόλαος, οὐδ' εἴ τινες ἄλλοι γνώριμοι τἀνδρὸς γεγονότες, οι δόξας τε αὐτοῦ καὶ γνώμας γραφῇ τοῖς μετ' αὐτὸν παραδεδώκασιν, ἐπὶ τοιαύτῃ τινὶ ἐσεμνύναντο σοφίᾳ. οὐκοῦν ἑτέρωθεν, ἀλλ' οὐκ ἀπὸ Πυθαγόρου τὰ τοιαδὶ μαθὼν προσχήματι σεμνολογῶν ἐπιγράφεται τὴν τοῦ φιλοσόφου πρόσρησιν, ινα δὲ καὶ παραλογώτατα τὸ ψεῦδος ὡς ἀληθές τις γεγονέναι συγχωρήσειεν, οὐκ οἶδ' οπως ἐξ αὐτοῦ λέγων ἐκείνου τοῦ Σαμίου πρὸ μυρίων ὅσων ἐτῶν ἐξ ἀνθρώπων γενομένου τὰ περὶ τούτων αὐτὸν μεμαθηκέναι. οὐκοῦν πρὸς τοῖςἈραβίοις καὶ τοῦτον διδάσκαλον αὐτοῦ τῆς δὴ νομιζομένης ἀπορρήτου περὶ θεῶν ἐπιστήμης ἐπιγραπτέον. εἰ δὴ ουν θείας ην φύσεως, κατέψευσται αὐτοῦ τοὺς διδασκάλους ὁ λόγος, εἰ δ' ἀληθὴς ην ουτος, ψευδὴς ἦν ὁ μῦθος καὶ οὐκ ἀληθὴς ἡ περὶ τοῦ θεῖον γεγονέναι αὐτὸν γραφή. οὔπω μοι τοῦ Πρωτέως τὸ φάσμα πολυπραγμονεῖν ἔπεισι καὶ τὴν περὶ τούτου πίστιν αἰτεῖν, οὐδὲ τῶν παρ' αὐτῷ